1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

24

ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Ἀλλ' ὅμως οὐδὲ τοῦτο ἔχετε εἰπεῖν. Καὶ πάλιν ἀλλαχοῦ· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Μέγα καὶ θαυμαστὸν τὸ εἰρημένον· ὃ γὰρ λέγει τοιοῦτόν ἐστι· Τί ἥμαρτον, φησίν; Ὁ Θεὸς λέγει τοῖς ἀνθρώποις, Τί ἥμαρτον; ὅπερ οὐδὲ δοῦλοι τὸν δεσπότην φθέγξασθαι ἀνέχονται. Καὶ οὐ λέγει, Τί ἥμαρτον εἰς ὑμᾶς, ἀλλ', εἰς τοὺς πατέρας ὑμῶν. Ἀλλ' οὐδὲ τοῦτο, φησὶν, ἔχετε εἰπεῖν, ὅτι πατρικὴν εἰς ἐμὲ τηρεῖτε ἔχθραν· οὐδὲ γὰρ τοὺς προγόνους ὑμῶν ἐγκαλέσαι ποτὲ ἀφῆκα τῇ ἐμῇ προνοίᾳ, ἐν μικρῷ ἢ μεγάλῳ παριδὼν αὐτούς. Καὶ οὐκ εἶπεν ἁπλῶς, Τί ἔσχον οἱ πατέρες ὑμῶν, ἀλλὰ, Τί εὗρον; Πολλὰ ζητήσαντες, πολλὰ περιελθόντες ἐν τοσούτοις ἔτεσιν ὑπὸ τὴν ἐμὴν ἀρχὴν γενόμενοι, οὐδὲν εὗρον ἐν ἐμοὶ πλημμέλημα. ∆ιὰ δὴ ταῦτα πάντα συνεχῶς πρὸς αὐτὸν καταφεύγωμεν, καὶ ἐν πάσῃ ἀθυμίᾳ ζητῶμεν τὴν παραμυθίαν αὐτοῦ, ἐν πάσῃ συμφορᾷ τὴν αὐτοῦ λύσιν, τὸν αὐτοῦ ἔλεον, ἐν παντὶ πειρασμῷ τὴν αὐτοῦ βοήθειαν· οἷον γὰρ ἐὰν ᾖ δεινὸν, οἷον ἐὰν ᾖ μέγεθος συμφορᾶς, πάντα καὶ λῦσαι καὶ παραγαγεῖν δύναται· οὐ μόνον δὲ, ἀλλὰ καὶ πᾶσαν ἀσφάλειαν καὶ δύναμιν καὶ δόξαν ἀγαθὴν, καὶ ὑγίειαν σώματος, καὶ φιλοσοφίαν ψυχῆς, καὶ ἐλπίδας χρηστὰς, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν, ἡ ἀγαθότης αὐτοῦ παρέξει ἡμῖν. Μὴ οὖν κατὰ τοὺς ἀγνώμονας δούλους γογγύζωμεν, μηδὲ τοῦ ∆εσπότου κατηγορήσωμεν, ἀλλ' ἐν πᾶσιν εὐχαριστῶμεν, καὶ ἓν μόνον δεινὸν εἶναι νομίζωμεν, τὸ εἰς αὐτὸν ἐξαμαρτάνειν. Καὶ ἐὰν οὕτω πρὸς τὸν Θεὸν διατεθῶμεν, οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἀφορία καρπῶν, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι λυπηρῶν διαδέξεται ἡμᾶς, ἀλλὰ καθαρὰν ἡδονὴν καὶ ἁγνὴν καρπούμενοι διαπαντὸς, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα, διὰ τῆς χάριτος καὶ φιλανθρωπίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ αὐτοῦ ὁμιλία περὶ νηστείας καὶ εἰς τὸν προφήτην Ἰωνᾶν, καὶ ∆ανιὴλ, καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν.

Ὁμιλία εʹ. αʹ. Φαιδρὰ σήμερον ἡμῖν ἡ πανήγυρις, καὶ λαμπρότερος τοῦ συνήθους ὁ σύλλογος. Τί ποτε ἄρα τὸ αἴτιον; Νηστείας τὸ κατόρθωμα τοῦτο· οἶδα κἀγώ· νηστείας οὐχὶ παρούσης, ἀλλὰ προσδοκωμένης. Ἐκείνη γὰρ ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη καὶ τοὺς πρὸ τού49.306 του ῥᾳθυμοτέρους, σήμερον πρὸς τὰς μητρικὰς ἐπανήγαγε χεῖρας. Εἰ δὲ καὶ προσδοκωμένη μόνον τοσαύτην ἡμῖν ἐνεποίησε σπουδὴν, φανεῖσα καὶ παραγενομένη πόσην ἐν ἡμῖν ἐργάσεται τὴν εὐλάβειαν; Οὕτω καὶ πόλις ἄρχοντος εἰσελαύνειν μέλλοντος φοβεροῦ, πᾶσαν ἀπο49.307 τίθεται ῥᾳθυμίαν, καὶ ἐν πλείονι καθίσταται τῇ σπουδῇ. Ἀλλὰ μὴ πτήξητε φοβερὸν ἄρχοντα τὴν νηστείαν ἀκούσαντες· οὐ γὰρ ἡμῖν ἐστι φοβερὰ, ἀλλὰ τῇ τῶν δαιμόνων φύσει. Ἐὰν σεληνιαζόμενος ᾖ τις, δεῖξον αὐτῷ νηστείας πρόσωπον, καὶ τῶν λίθων αὐτῶν ἀκινητότερος μένει τῷ φόβῳ πηγνύμενος, καὶ καθάπερ δεσμῷ τινι κατεχόμενος, καὶ μάλιστα ὅταν ἴδῃ τῇ νηστείᾳ συμβεβλημένην τὴν ἀδελφὴν τῆς νηστείας καὶ ὁμόζυγον, τὴν εὐχήν. ∆ιὰ τοῦτο καὶ ὁ Χριστός φησι· Τὸ γένος τοῦτο οὐκ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ὅταν οὖν τοὺς πολεμίους τῆς σωτηρίας τῆς ἡμετέρας οὕτως ἐλαύνῃ, καὶ τοῖς ἐχθροῖς τῆς ζωῆς ἡμῶν οὕτως ᾖ φοβερὰ, φιλεῖν αὐτὴν καὶ ἀσπάζεσθαι, οὐχὶ δεδοικέναι χρή· εἰ γὰρ φοβεῖσθαι δεῖ μέθην καὶ ἀδηφαγίαν, οὐχὶ νηστείαν φοβεῖσθαι χρή. Ἐκείνη μὲν γὰρ ὀπίσω τὰς χεῖρας ἡμῶν δήσασα, τῇ τυραννίδι τῶν παθῶν, καθάπερ τινὶ δεσποίνῃ χαλεπῇ, δούλους καὶ αἰχμαλώτους ἐκδίδωσιν· ἡ δὲ