1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

26

βαρβάρων μάθῃς ἀρετὴν, βαρβάρων λέγω τῶν Νινευϊτῶν ἐν τρισὶν ἡμέραις δυνηθέντων τοσαύτην ἁμαρτημάτων ὀργὴν καταλῦσαι, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν θαυμάσῃς μετανοίᾳ τριῶν ἡμερῶν ἀρκεσθέντος ὑπὲρ τοσούτων πλημμελημάτων, καὶ αὐτὸς μὴ καταπέσῃς εἰς ἀπόγνωσιν, κἂν μυρία ἡμαρτηκὼς ᾖς. Ὥσπερ γὰρ ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάζεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ ῥᾳθυμίαν· οὕτως ὁ διεγηγερμένος καὶ τῇ προθυμίᾳ ζέων, καὶ μετὰ πολλῆς τῆς σπουδῆς τὴν μετάνοιαν ἐπιδεικνύμενος, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλοῦ χρόνου παραπτώματα ἀφανίσαι δυνήσεται. Οὐχὶ τρίτον ὁ Πέτρος ἠρνήσατο; οὐχὶ μεθ' ὅρκου τὸ τρίτον; οὐχὶ θεραπαινιδίου τινὸς εὐτελοῦς ῥήματα δείσας; Τί οὖν; ἐνιαυτῶν πολλῶν ἐδέησεν αὐτῷ πρὸς μετάνοιαν; Οὐδαμῶς· ἀλλ' αὐτῇ τῇ νυκτὶ καὶ ὠλίσθησε καὶ ἀνέστη, καὶ τὴν πληγὴν καὶ τὸ φάρμακον ἐδέξατο, καὶ ἠῤῥώστησε, καὶ πρὸς τὴν ὑγίειαν ἐπανῆλθε. Πῶς καὶ τίνα τρόπον; Κλαύσας καὶ ἀποδυράμενος· μᾶλλον δὲ οὐ κλαύσας ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς σπουδῆς καὶ διαθέσεως· καὶ διὰ τοῦτο ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι ἔκλαυσεν ἁπλῶς, ἀλλ', Ἔκλαυσε πικρῶς. Καὶ ποταπὴ τῶν δακρύων ἐκείνων ἡ δύναμις, φησὶ, λόγος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται· ἡ δὲ τῶν πραγμάτων ἔκβασις δείκνυσι σαφῶς. Μετὰ γὰρ τὸ χαλεπὸν ἐκεῖνο πτῶμα· ἀρνήσεως γὰρ οὐδὲν ἴσον κακόν· ἀλλ' ὅμως μετὰ τοσοῦτον κακὸν πάλιν αὐτὸν πρὸς τὴν προτέραν ἐπανήγαγε τιμὴν, καὶ τὴν ἐπιστασίαν τῆς οἰκουμενικῆς Ἐκκλησίας ἐνεχείρισε· καὶ ὃ πάντων μεῖζόν ἐστιν, ἀπέδειξεν ἡμῖν αὐτὸν πλείω τῶν ἀποστόλων ἁπάντων ἔχοντα τὴν εἰς τὸν ∆εσπότην ἀγάπην. Πέτρε γὰρ, 49.309 φησὶ, φιλεῖς με πλεῖον τούτων; Τούτου δ' οὐδὲν γένοιτο ἂν ἴσον εἰς ἀρετῆς λόγον. Ἵνα γὰρ μὴ λέγῃς ὅτι τοῖς Νινευΐταις εἰκότως συνέγνω, ἀνθρώποις βαρβάροις καὶ ἀνοήτοις, Ὁ γὰρ δοῦλος, φησὶν, ὁ μὴ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας· ἵνα οὖν μὴ τοῦτο λέγῃς, διὰ τοῦτό σοι καὶ τὸν Πέτρον εἰς μέσον παρήγαγε, δοῦλον μάλιστα τὸ θέλημα τοῦ κυρίου εἰδότα. Ἀλλ' ὅμως καὶ οὗτος ἁμαρτὼν καὶ τὴν ἐσχάτην ἁμαρτίαν, ὅρα πρὸς ὅσον παῤῥησίας ὕψος ἀνῆλθε. Μὴ τοίνυν μηδ' αὐτὸς ἐπὶ τοῖς ἁμαρτήμασι καταπέσῃς· τὸ γὰρ χαλεπώτερον τῆς ἁμαρτίας, τὸ μένειν ἐν τῇ ἁμαρτίᾳ, καὶ τὸ δεινότερον τοῦ πτώματος, τὸ κεῖσθαι ἐν τῷ πτώματι. Τοῦτο καὶ ὁ Παῦλος θρηνεῖ καὶ ἀποδύρεται, τοῦτο πένθους ἄξιον εἶναί φησι. Μή πως γὰρ, φησὶν, ἐλθόντος μου πρὸς ὑμᾶς, ταπεινώσῃ με ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς, οὐχὶ τῶν ἡμαρτηκότων ἁπλῶς, ἀλλὰ τῶν μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ, καὶ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ ᾗ ἔπραξαν. Πρὸς δὲ μετάνοιαν ποῖος ἐπιτηδειότερος γένοιτ' ἂν καιρὸς τοῦ τῆς νηστείας καιροῦ; γʹ. Ἀλλ' ἐπανίωμεν εἰς τὴν ἱστορίαν. Ἀκούσας γὰρ ταῦτα τὰ ῥήματα ὁ προφήτης κατέβη εἰς Ἰόππην τοῦ φεύγειν εἰς Θαρσεῖς ἀπὸ προσώπου Κυρίου. Ποῦ φεύγεις, ἄνθρωπε; οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Εἰς τὴν γῆν; Ἀλλὰ, Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλ' εἰς τὸν ᾅδην; Κἂν καταβῶ, φησὶν, εἰς τὸν ᾅδην, πάρει. Εἰς τὸν οὐρανόν; Ἀλλ' ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ἀλλ' εἰς τὴν θάλασσαν; Καὶ ἐκεῖ, φησὶ, καθέξει με ἡ δεξιά σου. Ὃ δὴ καὶ ἐπὶ τούτου γέγονεν. Ἀλλὰ τοιοῦτον ἡ ἁμαρτία· εἰς πολλὴν ἄνοιαν ἐμβάλλει τὴν ἡμετέραν ψυχήν. Καθάπερ γὰρ οἱ καρηβαρίᾳ καὶ μέθῃ κατεχόμενοι ἁπλῶς καὶ εἰκῆ περιφέρονται, κἂν βάραθρον, κἂν κρημνὸς, κἂν ὁτιοῦν ᾖ ὑποκείμενον, καταπίπτουσιν ἀφυλάκτως· οὕτω καὶ οἱ πρὸς τὴν ἁμαρτίαν ἐξολισθαίνοντες, καθάπερ μέθῃ τινὶ τῇ τῆς πράξεως ἐπιθυμίᾳ κατεχόμενοι, οὐκ ἴσασιν ὅπερ πράττουσιν· οὐ τῶν παρόντων, οὐ τῶν μελλόντων τι προορῶσι. Τὸν ∆εσπότην