1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

46

οὐρανὸν ἐχώρησεν. Ἀνέῳκται οὖν σήμερον ἐμπορεῖον ἐλεημοσύνης· ὁρῶμεν γὰρ τοὺς αἰχμαλώτους καὶ τοὺς πένητας· ὁρῶμεν τοὺς ἐν ἀγορᾷ περιφερομένους, ὁρῶμεν τοὺς βοῶντας, ὁρῶμεν τοὺς δακρύοντας, ὁρῶμεν τοὺς στένοντας· πανήγυρις ἡμῖν πρόκειται θαυμαστὴ, πανηγύρεως δὲ οὐδὲν ἕτερόν ἐστιν ἐπάγγελμα, καὶ τῷ ἐμπόρῳ οὐδὲν ἕτερόν ἐστι φρόνημα, ἢ τὰ ἐν τοῖς ὠνίοις ὀλίγου μὲν ἀγοράσαι, πολλοῦ δὲ πωλῆσαι. Οὐχ οὗτος τῶν ἐμπόρων ἑκάστου ὁ σκοπός; μὴ δι' ἕτερόν τι ἐπιβάλλεταί τις τῇ ἐμπορίᾳ, ἢ ἵνα τὰ μικροῦ ἐωνημένα μεγάλου διαπωλήσῃ, καὶ ἄρῃ πολυπλασιαζομένην αὐτῷ τὴν ἐμπορίαν; Τοιαύτην οὖν πανήγυριν προέθηκεν ἡμῖν ὁ Θεός· ὀλίγου τὰς δικαιοσύνας ἀγόρασον, ἵνα πολλοῦ μεταπωλήσῃς ἐν τῷ μέλλοντι· εἴ γε δεῖ μετάπρασιν εἰ49.333 πεῖν τὴν ἀνταπόδοσιν. Ἐνταῦθα δι' ὀλίγων ἀγοράζεται δικαιοσύνη, δι' εὐτελοῦς κλάσματος ἄρτου, δι' εὐτελοῦς ἱματίου, διὰ ποτηρίου ψυχροῦ· Ὃς ποτίσῃ ποτήριον ψυχροῦ, ἀμὴν λέγω ὑμῖν, φησὶν ὁ τῆς πνευματικῆς ἐμπορίας διδάσκαλος, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. Ποτήριον ψυχροῦ ἔμμισθον, ἱμάτια καὶ χρήματα διδόμενα δι' εὐεργεσίαν οὐκ ἔμμισθα; Τοὐναντίον μὲν οὖν καὶ πολύμισθα. ∆ιὰ τί οὖν ποτήριον ἐμνημόνευσε ψυχροῦ; Ἀδάπανον εἶπεν ἐλεημοσύνην· τῷ γὰρ ψυχρῷ οὔτε ξύλον ἀναλίσκεις, οὔτε ἕτερόν τι προσδαπανᾷς. Εἰ δ' ὅπου ἀδάπανος ἡ δόσις, τοσαύτη τῆς εὐεργεσίας ἡ χάρις, ἔνθα ἱματίων ἀφθονία, χρημάτων χορηγία, τῶν ἄλλων ἀγαθῶν ἡ περιουσία, πόσον ἀπεκδέχεσθαι χρὴ μισθὸν παρὰ τοῦ δικαίου κριτοῦ; Ἐν ὅσῳ οὖν πρόκεινται αἱ ἀρεταὶ ὀλίγου πωλούμεναι, παρὰ τοῦ μεγαλοδώρου λάβωμεν, ἁρπάσωμεν, ἀγοράσωμεν. Οἱ διψῶντες, φησὶ, πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε. Ἐν ὅσῳ πρόκειται ἡ πανήγυρις, ἀγοράσωμεν ἐλεημοσύνας, μᾶλλον δὲ διὰ τῆς ἐλεημοσύνης ἀγοράσωμεν τὴν σωτηρίαν. Χριστὸν ἐνδύεις, πτωχὸν ἐνδύων. Ταῦτα, φησὶν, οἶδα καλῶς καὶ ἀκριβῶς· ταῦτα προμεμάθηκα, οὐ σὺ πρῶτος ἐδίδαξας· οὐ παρὰ σοῦ τοῦτο πρῶτον ἀκηκόαμεν· οὐ ξένα κηρύττεις, ἀλλ' ἃ πολλάκις ἡμᾶς πολλοὶ τῶν παρόντων ἐδίδαξαν. Οἶδα καὶ αὐτὸς, οἶδα, ὅτι ταῦτα καὶ τὰ τοιαῦτα πολλάκις μεμαθήκατε, ἀλλ' εἴθε πολλάκις μαθόντες, κἂν ὀλίγον τὸ καλὸν εἰργαζώμεθα. Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵνα παρ' αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν. Ἀλλ' ὢ τοῦ σοφωτάτου ῥήματος.! Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. ∆ιὰ τί οὖν οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἀλλὰ, ∆ανείζει; Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν· προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς· Ὁ ἐλεῶν πτωχὸν δίδωσι Θεῷ, ἵνα μὴ ἁπλῆν τὴν ἀντιμισθίαν νομίσῃς· ἀλλ' Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Εἰ δανείζεται Θεὸς παρ' ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστι. Τί οὖν θέλεις αὐτὸν ἔχειν, κριτὴν ἢ χρεώστην; Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα· ὁ κριτὴς οὐ δυσωπεῖται τὸν δανειζόμενον. ζʹ. Ἀναγκαῖον δὲ καὶ καθ' ἕτερον τρόπον ἰδεῖν, τίνος ἕνεκεν ὁ Θεὸς εἶπεν, ὅτι Ἐμοὶ δανείζει ὁ διδοὺς πτωχῷ. Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς πλεονασμὸν, ὡς ἔφθην εἰπὼν, καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας· ἀπαιτεῖ γὰρ ὁ δανείζων ἢ ὑποθήκην, ἢ ἐνέχυρα, ἢ τὸν ἀντιφωνοῦντα, καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα, ἢ ἐγγύας δεχόμενος, ὡς ἔφθην εἰπὼν, ἢ ὑποθήκην πραγμάτων, ἢ ἐνέχυρα· ἐπειδὴ οὖν εἶδεν ὁ Θεὸς, ὅτι ἐκτὸς τούτων οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ, πάντων δὲ τούτων ἔρημος ὁ πτωχὸς, οὐχ ὑποθήκην ἔχων· οὐ κέκτηται γὰρ οὐδέν· οὐκ ἐνέχυρα φέρων· γεγύμνωται γάρ· οὐ τὸν ἀντιφωνοῦντα παρέχων· ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν· ὡς οὖν εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ, καὶ τὸν