1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

47

ἔχοντα χρήματα κινδυνεύοντα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρενέθηκεν, ἐχέγγυον μὲν τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι. Ἀπιστεῖς τούτῳ, φησὶ, διὰ τὴν ἀπορίαν, ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν. Εἶδε τὸν πτωχὸν, καὶ ἠλέησεν· εἶδε τὸν πτωχὸν, καὶ οὐ παρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον τῷ μηδὲν 49.334 ἔχοντι, καὶ τῷ ἀπόρῳ παρέστη διὰ πολλὴν ἀγαθότητα, ἐπαληθεύοντος τοῦ μακαρίου ∆αυῒδ τῇ φιλανθρωπίᾳ ταύτῃ, καὶ λέγοντος· Ὅτι παρέστη ἐκ δεξιῶν πένητος. Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Θάρσει, φησὶν, ἐμοὶ δανείζεις. Καὶ τί τοσοῦτον κερδαίνω σοι δανείζων; Μάλιστα μὲν οὖν παρανομώτατον παρὰ Θεοῦ λόγον ἀπαιτεῖν· πλὴν ἵνα συγκαταβῶ σου τῇ ἀνομίᾳ, καὶ λύσω τῇ φιλανθρωπίᾳ τὴν ἀποτομίαν, ἀντεξετάσωμεν πρὸς ταῦτα. ∆ανείζων τοῖς ἄλλοις τί κερδαίνεις; τί παρ' αὐτῶν εἰς πλεονασμὸν ἐπιζητεῖς; οὐχ ἑκατοστὴν, ἐὰν τὴν ἔννομον ζητήσῃς; Ἐὰν δὲ πλεονάσῃς τὴν ἀπληστίαν, διπλῆν καὶ τριπλῆν καρπώσῃ τὴν ἀδικίαν. Ἐγὼ δέ σου νικῶ τὴν πλεονεξίαν· ὑπερβαίνω σου τὴν ὄρεξιν τῆς ἀπληστίας· καλύπτω τῇ ἐμῇ ἀφθονίᾳ τὴν σὴν ἀμετρίαν. Σὺ ἑκατοστὴν ζητεῖς, ἐγὼ δὲ ἑκατονταπλασίονα δίδωμί σοι. Εἶτα δανείζῃ, Κύριε· καὶ δανείζῃ παρ' ἐμοῦ ἐνταῦθα τὴν εἰς τὸν πτωχὸν ἐλεημοσύνην, ἵνα πότε μοι ταῦτα ἀποδῷς; Ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα. ∆ός μοι τῆς ἀντιδόσεως τὸν καιρόν· ὅρισον τῆς ἀπολήψεως τὴν προθεσμίαν. Μάλιστα μὲν οὖν τοῦτο περιττόν· Πιστὸς γὰρ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. Ἐπειδὴ δὲ ἔθος καὶ σκοπὸς τῷ δανειζομένῳ εὐγνωμόνως, χρόνους μετρεῖν, καὶ ἡμέρας ὁρίζειν, ἄκουε πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τοῦ πτωχοῦ δανεισάμενος. Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ στήσῃ τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν· ἐνταῦθα πρόσεχε πῶς ὁ χρεώστης εὐγνώμων περὶ τὸν δανείσαντα, πῶς ὁ δανεισάμενος μετὰ πολλῆς χάριτος ἀποδίδωσι· ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὑπὲρ τίνων; Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με· ἐν φυλακῇ, καὶ ἤλθετε πρὸς μέ· ἀσθενὴς ἤμην, καὶ ἐπεσκέψασθέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με. Εἶτα οἱ καλῶς ἐν καιρῷ διακονήσαντες, εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι· Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσαμεν; εἰς ὃν οἱ ὀφθαλμοὶ πάντων ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν ἀφθονίᾳ; Ὢ τῆς πολλῆς ἀγαθότητος! κρύπτει τὴν ἀξίαν διὰ φιλανθρωπίαν· Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν· ὢ τῆς πολλῆς ἀγαθότητος, ὢ τῆς ἀμέτρου χρηστότητος! ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, καὶ ἀνοίγων τὰς χεῖρας, καὶ ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας, Ἐπείνων, φησὶ, καὶ ἐδώκατέ μοι φαγεῖν· οὐ τῆς ἀξίας ἐλαττουμένης, ἀλλὰ τῆς φιλανθρωπίας τοὺς πτωχοὺς ἐγγυωμένης. Ἐδίψησα, καὶ ἐποτίσατέ με. Τίς ὁ ταῦτα λέγων; Ὁ λίμναις καὶ ποταμοῖς καὶ πηγαῖς τῶν ὑδάτων τὴν φύσιν ἐγχέων· ὁ διὰ τῶν Εὐαγγελίων φάσκων, ὅτι Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ὁ εἰπὼν, Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ἀλλὰ, Γυμνὸς ἤμην, 49.335 φησὶ, καὶ ἐνεδύσατέ με. Ἐνεδύσαμεν τὸν ἐνδύοντα τὸν οὐρανὸν ἐν νεφέλαις, τὸν ἐνδύοντα τὴν Ἐκκλησίαν ἅπασαν, καὶ τὴν οἰκουμένην. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἐν φυλακῇ ἤμην· ἐν φυλακῇ σὺ ὁ ἐξάγων πεπεδημένους; Ἑρμήνευσον ἃ λαλεῖς· ἡ γὰρ ἀξία ἀρνεῖται τὰ λεγόμενα. Πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; πότε ταῦτα πεποιήκαμεν; Ἐφ' ὅσον, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ ἐποιήσατε. Μὴ οὐκ ἀληθὴς ὁ λόγος, ὅτι Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ; Καὶ ὅρα τὸ θαυμαστόν· οὐδὲν ἕτερον ὑπέμνησεν ἔργον ἀρετῆς ἢ τοῦτο·