1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

50

φιλανθρωπίαν· μᾶλλον δὲ οὐδὲ τοσοῦτον, ἀλλὰ πολλῷ πλέον. Τὸ μὲν γὰρ πέλαγος, κἂν μέγα ᾖ, μέτρον ἔχει· ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία ἀπεριόριστος. Ταῦτα λέγω, οὐχ ἵνα ὑμᾶς ῥᾳθυμοτέρους ἐργάσωμαι, ἀλλ' ἵνα σπουδαιοτέρους καταστήσω. Παρῄνεσα πολλάκις εἰς θέατρον μὴ ἀναβαίνειν· ἤκουσας, οὐκ ἐπείσθης· ἀνέβης εἰς τὸ θέατρον, παρήκουσάς μου τοῦ λόγου· μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν, καὶ ἀκοῦσαι. Ἤκουσα, καὶ οὐκ ἐτήρησα, πῶς δύναμαι πάλιν εἰσελθεῖν; Τέως αὐτὸ τοῦτο οἶδας, ὅτι οὐκ ἐτήρησας· τέως αἰσχύνῃ, τέως ἐρυθριᾷς, τέως μηδενός σε ἐλέγχοντος τὸν χαλινὸν περιφέρεις, τέως τὸν λόγον μου ἔχεις ἐῤῥιζωμένον, τέως μὴ φαινομένου ἡ διδασκαλία μου καθαίρει σε. Οὐκ ἐτήρησας, κατέγνως σεαυτοῦ; εἰς τὸ ἥμισυ ἐτήρησας, κἂν μὴ τηρήσῃς, εἴπῃς δὲ, Οὐκ ἐτήρησα· ὁ γὰρ καταγνοὺς ἑαυτοῦ ἐπὶ τῷ μὴ τηρῆσαι, ἐπὶ τὸ τηρῆσαι σπουδάζει. Ἐθεώρησας; εἰργάσω παρανομίαν; αἰχμάλωτος ἐγένου τῆς πόρνης; κατέβης ἀπὸ τοῦ θεάτρου; πάλιν 49.338 ἐμνήσθης; ᾐσχύνθης; πρόσελθε. Ἐλυπήθης; παρακάλεσον τὸν Θεόν· ἀνέστης μέχρι τούτου. Οὐαί μοι, ἤκουσα, καὶ οὐκ ἐτήρησα· πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν; πῶς πάλιν ἀκούσω; Μᾶλλον εἴσελθε, ἐπειδὴ οὐκ ἐτήρησας, ἵνα πάλιν ἀκούσας τηρήσῃς. Φάρμακον ἐὰν ἐπιθῇ σοι ὁ ἰατρὸς, καὶ μὴ καθαρίσῃ σε, ἄλλην ἡμέραν οὐκ ἐπιτίθησιν αὐτὸ πάλιν; Ἔστι τις δρυοτόμος· θελέτω τέμνειν δρῦν, λαμβάνει ἀξίνην, κόπτει τὴν ῥίζαν· ἐὰν δῷ μίαν πληγὴν, καὶ μὴ πέσῃ τὸ ἄκαρπον δένδρον, οὐ δίδωσιν ἄλλην πληγὴν, οὐ τὴν τετάρτην, οὐ τὴν πέμπτην, οὐ τὴν δεκάτην; Οὕτω καὶ σὺ ποίει· δρῦς ἐστιν ἡ πόρνη, ἄκαρπον δένδρον, βαλάνους ἐκφέρουσα χοίρων ἀλόγων τροφήν· ἐν πολλῷ χρόνῳ ἐῤῥιζώθη ἐν τῇ διανοίᾳ σου, ἐν τῇ περιβολῇ τῶν δένδρων κατέβαλέ σου τὸ συνειδός· ὁ λόγος μου ἀξίνη ἐστίν. Ἤκουσας μίαν ἡμέραν· πῶς εἰς μίαν ἡμέραν πίπτει ἡ τοσούτῳ χρόνῳ ἐῤῥιζωμένη; Ἐὰν γὰρ δὶς, ἐὰν γὰρ τρὶς, ἐὰν γὰρ ἑκατοντάκις, ἐὰν γὰρ μυριάκις, οὐκ ἔστι θαυμαστόν· μόνον ἔκκοψον πρᾶγμα πονηρὸν καὶ ἰσχυρὸν, συνήθειαν πονηράν. Μάννα ἤσθιον οἱ Ἰουδαῖοι, καὶ κρόμμυα ἐζήτουν τὰ ἐν Αἰγύπτῳ· Καλῶς ἦν ἡμῖν ἐν Αἰγύπτῳ· οὕτως αἰσχρὸν πρᾶγμα συνήθεια καὶ κάκιστον. Κἂν γὰρ εἰς δέκα ἡμέρας κατορθώσῃς, ἐὰν γὰρ εἰς εἴκοσιν, ἐὰν γὰρ εἰς τριάκοντα, οὐκ ἀγαπῶ, οὐ χάριν ἔχω, οὐ περιπτύσσομαί σε· μόνον μὴ ἀποκάμῃς, ἀλλὰ αἰσχύνου καὶ καταγίνωσκε. βʹ. Πάλιν διελέχθην περὶ ἀγάπης· ἤκουσας, ἀπῆλθες καὶ ἥρπασας; οὐκ ἐπεδείξω διὰ τῶν ἔργων τὸν λόγον; Μὴ αἰσχυνθῇς πάλιν εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν· αἰσχύνου ἁμαρτάνων, μὴ αἰσχύνου μετανοῶν. Πρόσεχε τί ἐποίησέ σοι ὁ διάβολος. ∆ύο ταῦτά ἐστιν, ἁμαρτία καὶ μετάνοια· ἁμαρτία τραῦμα, μετάνοια φάρμακον. Ὥσπερ γὰρ ἐν τῷ σώματι τραύματα καὶ φάρμακα· οὕτω καὶ ἐν τῇ ψυχῇ ἁμαρτήματα καὶ μετάνοια· ἀλλ' ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ δὲ μετάνοια τὴν παῤῥησίαν κέκτηται. Πρόσεχέ μοι μετὰ ἀκριβείας, παρακαλῶ, ἵνα μὴ τὴν τάξιν συγχέων ἀπολέσῃς τὴν ὠφέλειαν. Ἔστι τραῦμα καὶ φάρμακον, ἁμαρτία καὶ μετάνοια· τὸ τραῦμα ἡ ἁμαρτία, τὸ φάρμακον ἡ μετάνοια· ἐν τῷ τραύματι σηπεδὼν, ἐν τῷ φαρμάκῳ καθαρισμὸς σηπεδόνος· ἐν τῇ ἁμαρτίᾳ σηπεδὼν, ἐν τῇ ἁμαρτίᾳ ὄνειδος, ἐν τῇ ἁμαρτίᾳ γέλως· ἐν τῇ μετανοίᾳ παῤῥησία, ἐν τῇ μετανοίᾳ ἐλευθερία, ἐν τῇ μετανοίᾳ καθαρισμὸς ἁμαρτήματος. Πρόσεχε μετὰ ἀκριβείας. Τῇ ἁμαρτίᾳ αἰσχύνη ἕπεται, τῇ μετανοίᾳ παῤῥησία ἀκολουθεῖ. Προσέσχες ᾧ λέγω; Τὴν τάξιν ὁ Σατανᾶς ἀντέστρεψε, καὶ ἔδωκε τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ, καὶ τὴν αἰσχύνην τῇ μετανοίᾳ. Οὐκ ἀφίσταμαι ἕως ἑσπέρας, ἕως οὗ αὐτὸ λύσω· δεῖ με τὴν ὑπόσχεσιν πληρῶσαι· ἀμήχανόν με ἀποστῆναι. Ἔστι τραῦμα καὶ φάρμακον· τὸ τραῦμα τὴν σηπεδόνα ἔχει, τὸ φαρμάκον τὸν καθαρισμὸν τῆς σηπεδόνος κέκτηται. Μὴ ἐν τῷ φαρμάκῳ σηπεδών; μὴ ἐν τῷ τραύματι ἴασις; οὐκ ἔχει ταῦτα τὴν οἰκείαν τάξιν, κἀκεῖνα τὴν οἰκείαν; μὴ δύναται μεταβῆναι τοῦτο πρὸς ἐκεῖνο, ἢ ἐκεῖνο πρὸς τοῦτο; Οὐδαμῶς.