1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

57

ἐκεῖ ὁ βασιλεὺς καὶ τίς ὁ ἰδιώτης, τίς ὁ εὐγενὴς καὶ τίς ὁ δοῦλος, τίς ὁ σοφὸς καὶ τίς ὁ ἄσοφος. Ποῦ τὸ κάλλος ἐκεῖ τὸ τῆς νεότητος; ποῦ ἡ περιχαρὴς ὄψις; ποῦ οἱ ὀφθαλμοὶ οἱ εὐειδεῖς; ποῦ ἡ εὔθετος ῥίς; ποῦ τὰ πυρίζοντα χείλη; ποῦ τὰ κάλλη τῶν παρειῶν; ποῦ τὸ ἀποστίλβον μέτωπον; οὐ πάντα κόνις; οὐ πάντα τέφρα; οὐ σποδός; οὐ πάντα σκώληξ καὶ δυσωδία; οὐ πάντα βρῶμος; Ταῦτα ἐννοοῦντες, ἀδελφοὶ, καὶ τῆς ἐσχάτης ἡμῶν ἡμέρας ἐνθυμηθέντες, ὡς καιρὸν ἔχομεν, ἐπιστρέψωμεν ἐκ τῆς πεπλανημένης ὁδοῦ ἡμῶν. Αἵματι τιμίῳ ἠγοράσθημεν. ∆ιὰ τοῦτο ὁ Θεὸς ἐπὶ γῆς ὤφθη· διὰ σὲ, ὦ ἄνθρωπε, Θεὸς ἐπὶ γῆς ὤφθη, μὴ ἔχων ποῦ τὴν κεφαλὴν κλίναι. Βαβαὶ τοῦ θαύματος! ὁ κριτὴς διὰ τοὺς κατακρίτους εἰς κριτήριον ἔρχεται· ἡ ζωὴ θανάτου γεύεται· ὁ πλάστης ὑπὸ τοῦ πλάσματος ῥαπίζεται· ὁ τοῖς Σερα49.349350 φεὶμ ἀθεώρητος, ὑπὸ τοῦ δούλου ἐμπτύεται, ὄξους καὶ χολῆς γεύεται, λόγχῃ κεντᾶται, τάφῳ κατατίθεται· καὶ σὺ ἀμελεῖς, εἰπέ μοι, καὶ καθεύδεις, καὶ καταφρονεῖς, ἄνθρωπε; Οὐκ οἶδας, ὅτι καὶ τὸ ἴδιον αἷμα ἐὰν ἐκχέης ὑπὲρ αὐτοῦ, οὐδὲ οὕτω τὸ δέον ἐπλήρωσας; ἐπειδὴ γὰρ ἄλλο αἷμα δεσποτικὸν, καὶ ἄλλο αἷμα δουλικόν. Πρόλαβε τῇ μετανοίᾳ καὶ τῇ ἐπιστροφῇ τὴν ἔξοδον τῆς ψυχῆς, μήποτε θανάτου ἐπελθόντος, ἀργήσῃ πᾶσα τῆς μετανοίας ἡ θεραπεία· ὅτι ἐπὶ τῆς γῆς ἡ μετάνοια ἰσχύει, καὶ μόνον ἐν τῷ ᾅδῃ τοῦτο οὐκ ἔστι. Ζητήσωμεν τὸν Κύριον, ὡς καιρὸν ἔχομεν· ἐργασώμεθα τὸ ἀγαθὸν, ἵνα καὶ τῆς μελλούσης ἀτελευτήτου γεέννης ἀπαλλαγῶμεν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.