1

 2

 3

3

σάκκῳ τὴν ἐξαστράπτουσαν στολὴν Χριστοῦ μνηστευομένη· ὢ μετάνοια, ἡ τὸν τρόπον τοῦ Κάϊν ἐκ τῆς καρδίας ἐλαύνουσα, καὶ τὸν πόθον καὶ χαρὰν τῆς ἁγνείας ἐμβάλλουσα· ὢ μετάνοια, ἡ τὴν δυσωδίαν τῶν ἁμαρτημάτων ἀποσμήχουσα, καὶ τὴν εὐωδίαν τῶν κατορθωμάτων στολίζουσα· ὢ μετάνοια εἰρήνης σύνοικε, φιλίας ὁμόσκηνε, ἀγάπης ὁμόζυγε, ἐλπιδόπνοον ἄνθος· σὲ οἱ νεμόμενοι ἀργυρόχροοι ἄρνες πορφύρεα σκῆπτρα τῆς Τριάδος ἐρεύγονται. Ἀλλ' ἵνα μὴ μηκύναντες τὸν λόγον δόξωμεν ἐρεσχελεῖν, ἐνταῦθα τὸ βαλάντιον τῶν λόγων ἡμῶν σφραγίσαντες ἐπὶ τὸν θεόκτιστον λειμῶνα ὑμᾶς παραπέμψωμεν, ἐν ᾧ εἰσὶ τὰ καλλίπνοα δένδρα τῶν δογμάτων στελέχη, ἃ ὁ Θεὸς διὰ τῶν πατέρων εἰς ὀροφὴν τῆς Ἐκκλησίας ὑμῖν κατεφύτευσε διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.