1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

2

τῶν τερπνῶν καὶ λοιπῶν χαροποιῶν, ἀλλὰ καὶ τῶν σκυθρωπῶν καὶ λυπηρῶν. Καὶ γὰρ τῶν τοιούτων ἐννοεῖν βελτιώτερον ἀπεργάζεται τὸν μνήμονα, καὶ σπουδαιότερον γενέσθαι παρασκευάζει. Καὶ ποίων, φησὶ, σκυθρωπῶν; Οὐκ ἀγνοεῖς, ὡς οἶμαι, ἤδη καὶ διδαχθῆναι ζητεῖς; Ἄκουσον ἐκ τῶν πολλῶν ὀλίγα, τοῦ βασανιζομένου πλουσίου οἰκτρὰς φωνὰς πρὸς τὸν φιλόξενον πατριάρχην Ἀβραὰμ γενομένας· ὅστις διὰ τὴν ἑαυτοῦ ἀσπλαγχνίαν οὐκ ἴσχυσε τὸ δεινὸν ἐκεῖνο καὶ φοβερὸν χάσμα παρελθεῖν, ὅπερ ὤρυξεν αὐτῷ ἡ ἀσπλαγχνία· ὁμοίως δὲ καὶ τῶν πέντε μωρῶν παρθένων, ἅσπερ τὸ ἀνέλεον ὁμοίως ἔξω τοῦ μακαρίου νυμφῶνος ἀποκλεισθῆναι κατεδίκασεν· εἶτα τῶν ἐξ εὐωνύμων πάλιν τὸν ὀνειδισμὸν, τὴν αἰσχύνην, τὴν ἐντροπὴν, καὶ τέλος καὶ ἐπώδυνον ἀπόφασιν, τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι. Ἐννόει δὲ κἀκεῖνον καὶ μάλιστα 60.683 τὸν τὰς χεῖρας καὶ πόδας δεσμευθέντα, καὶ τοῦ βασιλικοῦ καὶ ἐνδόξου γάμου μετὰ μεγάλης αἰσχύνης ἐκβληθέντα, καὶ εἰς τὸν ἔκθαμβον καὶ φρικτὸν ἐκεῖνον τόπον ἐξορισθέντα. Ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· οὗ καὶ μόνον ἡ ἀκοὴ βάσανον ἐμποιεῖ. Καὶ γὰρ καὶ τῶν τοιούτων μνημονεύειν, καθὼς προειρήκαμεν, οὐ μικρὸν κέρδος ψυχῆς· τὸ μὲν γὰρ Θεοῦ μνημονεύειν, ὡς ὁ λόγος, εὐφραίνει τὸν μνήμονα, καὶ ἐπὶ τὰ ὑψηλὰ ἕλκει· ἡ δὲ τῶν σκυθρωπῶν μνήμη φόβον ἐπάγει καὶ κατάνυξιν, καὶ ἐναγώνιον καὶ σπουδαῖον καθιστᾷ τὸν ἄνθρωπον. Τίς γὰρ ἐπὶ μνήμης φέρων τὴν ἀπαραμύθητον ἐκείνην ἀποτυχίαν, οὐ κατανύγεται καὶ ὀδύρεται καὶ συντρίβει τὴν ἑαυτοῦ καρδίαν; τίς οὐ βρέχει δάκρυσι καὶ τὴν κλίνην καὶ τὸ στῆθος καὶ ὅλον τὸ σῶμα, ἐννοῶν τὴν τοσαύτην ζημίαν, καὶ μάλιστα μὴ ἔχουσαν παντελῶς παρηγορίαν ἢ παράκλησιν; Πᾶσα γὰρ ἀστοχία ἢ ναυάγιον πρὸ τελευτῆς ἔχει διόρθωσιν καὶ παραμυθίαν. Εὑρίσκει γὰρ ἕκαστος ἀντὶ ὧν ἀπώλεσεν ἕτερα τῆς πανηγύρεως τέως ἱσταμένης, καὶ παραμυθεῖται τὴν ἑαυτοῦ θλῖψιν. Ἡ δὲ μετὰ τὴν ἔξοδον ἀποτυχία ἀπαραμύθητον ἔχει πένθος· ἀνακαλέσασθαι γὰρ ὃ ἀπώλεσεν οὐ δύναται. Κἂν γὰρ ταράσσηται, κἂν στενάζῃ, κἂν ὀδύρηται, ἢ καὶ δάκρυα ἐκχέῃ, κἂν φωνὰς ὑψηλὰς ἐπαφίῃ, πάντα ἀπρόσδεκτα. ∆ιὰ τοῦτο πᾶσα Γραφὴ βοᾷ, διὰ τοῦτο πᾶσα σπουδὴ ἐνομοθετήθη, διὰ τοῦτο ἀγῶνες, διὰ τοῦτο προσευχαὶ καὶ δεήσεις, διὰ τοῦτο κλαυθμοὶ καὶ ἀγρυπνίαι, διὰ τοῦτο χαμευνίαι, τῆξις σώματος, ξηροφαγίαι, ἀποταγαὶ, παρθενία, πτωχεία πνεύματος, διακονίαι, ἐλεημοσύναι, ἀναχώρησις κόσμου· διὰ τοῦτο ὑπομονὴ τῶν ἐπερχομένων, καὶ ἀνοχὴ ἀτιμίας καὶ μίσους καὶ διωγμῶν καὶ ἐμπτυσμάτων καὶ ῥαπισμάτων καὶ πάντων τῶν πειρασμῶν, κατὰ μίμησιν τοῦ Κυρίου καὶ Στεφάνου καὶ λοιπῶν ἁγίων, ἵνα μὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ ἀστοχήσωμεν τὴν δεινὴν ἀστοχίαν, καὶ μάλιστα ἔχοντες ὑπὲρ πᾶσαν πόλιν καὶ πᾶν ὀχύρωμα τὰς τοῦ Κυρίου ἡμῶν ἐντολάς. Ποίας; Τὸ, Ἐγὼ μεθ' ὑμῶν εἰμι· τὸ, Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· καὶ, Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα· Τηρεῖτε τὴν κεφαλήν· Παντὸς γὰρ ἀνδρὸς ἡ κεφαλὴ ἐγώ εἰμι· Τηρεῖτε τὴν κεφαλήν· Μὴ ἐπιλάθησθε Κυρίου τοῦ Θεοῦ· Ἔχοντες τὴν ἀπολύτρωσιν τῶν ψυχῶν ὑμῶν ἐν τῷ σώματι καὶ αἵματί μου· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν καὶ ὑμῶν σωτηρίαν. Ὁρᾷς πῶς ἐντέλλεται μὴ ἐπιλανθάνεσθαι αὐτοῦ, καὶ πῶς προτρέπεται ἀεὶ μνημονεύειν αὐτοῦ, καθὼς καὶ προείρηται; ∆ιὰ τοῦτο λέγω πρὸς πάντα ἄνθρωπον, καθάπερ καὶ Παῦλος Τιμοθέῳ γράφων· Τέκνον Τιμόθεε, ἀεὶ μνημόνευε καὶ μηδέποτε ἐπιλάθῃ Θεοῦ τοῦ τρέφοντός σε, μηδὲ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Μνημόνευε δὲ συνεχῶς μάλιστα τὰς φοβερὰς ἐκείνας τοῦ δικαστοῦ φωνὰς, ἃς πρὸς τοὺς ἐξ εὐωνύμων ἀσπλάγχνους ἐφθέγξατο, ἔτι δὲ καὶ πρὸς τὰς μωρὰς πέντε παρθένους· ὁμοίως καὶ πρὸς τὸν ἀνηλεῆ ἐκεῖνον πλούσιον διὰ τοῦ πατριάρχου Ἀβραὰμ διελέχθη· πρὸς τούτοις δὲ καὶ πρὸς τὸν ἄλλον πλούσιον καὶ πλεονέκτην τὸν τὰς