1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

5

προσευχάς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιὰς, ὡς ἀρτιγένητα βρέφη, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε. Εἶτα τοῖς ἀναγνώσμασι διαδέχεται ἡ οὐράνιος λαλιὰ τῶν ἀγγέλων, ὁ τοῦ Θεοῦ αἶνος, τῶν ἄνω δυνάμεων ἡ τραγῳδία· καθὼς ὁ μακάριος Ἰωάννης ἑώρακέ τε καὶ ἔγραψε λέγων· Ἤκουσα τῶν ἄνω δυνάμεων ὡς φωνὴν ὄχλων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων, Ἀλληλούϊα.

Μετὰ τοῦτο ὅτε λοιπὸν προκηρυχθῇ πάντα, καὶ καταπαύσουσιν οἱ πρόδρομοι καὶ λειτουργοὶ κηρύσσειν καὶ μηνύειν τοῦ ∆εσπότου τὴν ἐπὶ τοῦ ἄμβωνος ἄνοδον, τῶν ἱερέων τέως καθεζομένων, καὶ τῶν λειτουργῶν σιωπησάντων, καὶ τῆς ὥρας καταφθανούσης τοῦ ἀναφανῆναι ἐφ' ὑψηλοῦ τόπου τὸν ἀκόρεστον ∆εσπότην καὶ Κύριον τῆς δόξης, καὶ τοῦ λαοῦ τὰς ἀκοὰς ἑτοιμάζοντος πρὸς ἀκρόασιν τῶν θεολέκτων καὶ ζωοποιῶν ῥημάτων, καὶ ὠθούντων ἑαυτοὺς, καὶ τῷ ἄμβωνι πλησιαζόντων, καὶ σιγῆς πολλῆς γενομένης, ὅτε λοιπὸν οὐκ ἔξεστί τινα καθέζεσθαι, οὐκ ἀρχιερέα, οὐχ ἱερέα, οὐ βασιλέα ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης τοῦ ἀναφαινομένου, κράζουσιν ἐν δυνάμει οἱ τὴν τῶν ἀγγέλων ἐπέχοντες τάξιν, λέγοντες πρὸς πάντας μικρούς τε καὶ μεγάλους· Ὀρθοὶ πάντες ἀκούσωμεν τί λαλήσει Κύριος ὁ Θεός· ὀρθοὶ ἀκούσωμεν τί κελεύσει, καὶ τί βούλεται ὁ Βασιλεὺς τῶν βασιλέων· ὀρθοὶ ἀκούσωμεν ῥήματα καὶ ἐντολὰς ζωῆς αἰωνίου· ἡ γὰρ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. Τὸ δὲ, Ὀρθοὶ, τί ἄρα σημαίνει ἢ καταδέχεται; Οἶδα γὰρ, ὅτι πολλοὶ τὴν ἐκ τῶν θρόνων ἔγερσιν νοοῦσι καὶ μόνον· ἐγὼ δὲ πλεῖόν τι ὑπονοῶ ἔχειν βάθος τὸ ῥῆμα, καὶ οὐ μόνον τὴν ἐκ τῶν θρόνων ἀνόρθωσιν, ἀλλὰ καὶ μυστικώτερόν τι σημαίνειν νόημα· τουτέστιν, ὀρθοὶ τῇ πίστει, ὀρθοὶ τῇ καρδίᾳ, ὀρθοὶ τοῖς λογισμοῖς, τῇ ἀγάπῃ, τῇ ὁμολογίᾳ, ὀρθοὶ πρὸς πᾶσαν ἐντολὴν τοῦ Κυρίου, ὀρθοὶ ἄνω πρὸς τὸν οὐρανόν. Ὡς λογικοὶ τὰ ἄνω φρονεῖτε, καὶ μὴ ὡς τὰ κτήνη κάτω νεύοντες. Εἶτα πάντων ἀναστάντων καὶ ἐν φόβῳ ἱσταμένων, ἄκουσαι τί ἄρα Κύριος διηγήσεται ἡμῖν ἐν Γραφῄ, καθὼς προεσήμανεν ὁ προφήτης ∆αυῒδ, τί κελεύσει, τί ἐντέλλεται, τί βούλεται ὁ φοβερὸς ἐν βουλαῖς. Εἶτα ἀνυψοῦται καὶ ὁ πολυτίμητος μαργαρίτης καὶ προσδοκία τῶν ἐθνῶν, ἡ φωταγωγία τοῦ κόσμου, ἡ χάρις ἡ ἐκ τῶν χειλέων χυθεῖσα τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἡ ἄνεσις τῶν θλιβομένων, ἡ λύσις τῶν δεδεμένων, ἡ λύτρωσις τῶν ἁμαρτίων, 60.686 ἡ ἀνόρθωσις τῶν πεπτωκότων, τὸ ἰατρεῖον τῶν νοσούντων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν καταπονουμένων, ἡ χαρὰ τῶν μετανοούντων, ἡ καταφυγὴ τῶν διωκομένων, ὁ νόμος τῆς ἐλευθερίας τῶν καταδυναστευομένων ὑπὸ τοῦ ἀλλοτρίου, ἡ σαγήνη ἡ μὴ θανατῶσα, ἀλλὰ ζωοποιοῦσα τοὺς ἐν τῇ ἁλμυρᾷ τοῦ κόσμου θαλάσσῃ βυθιζομένους, αἱ πηγαὶ τῶν ὑδάτων, τὰ θεμέλια τῆς οἰκουμένης, οἱ ἐκ τοῦ παραδείσου τοῦ ἁγίου στόματος τοῦ Χριστοῦ ἐκπορευόμενοι τέσσαρες ποταμοί. Καὶ ἀνοιχθέντων τῶν θείων καὶ σεπτῶν καὶ ἀχράντων Εὐαγγελίων, κράζουσι πάλιν μετὰ φόβου οἱ ἐπίγειοι ἄγγελοι, οἱ ἱερεῖς, φημὶ, πρὸς τὸν λαὸν, Προσχῶμεν· τουτέστιν, Ὧδε ὁ νοῦς ἑκάστου, ὧδε αἱ καρδίαι πάντων, μηδεὶς μετεωριζέσθω, μηδεὶς περιβλεπέσθω, μηδεὶς ψιθυριζέσθω. Προσχῶμεν, Θεὸς ὁ λαλῶν· προσχῶμεν, οὐρανοῦ γὰρ καὶ γῆς καὶ πάσης κτίσεως ὁ Βασιλεὺς πρὸς ἡμᾶς διαλέγεται· προσχῶμεν, ὁ ποιμὴν ὁ μέγας τροφὴν ζωῆς ψυχῶν διανέμει· προσχῶμεν, ὁ τὸν θάνατον φονεύσας, καὶ τὸν κόσμον νικήσας, χαρὰν ἀπλήρωτον καὶ βασιλείαν μὴ ἔχουσαν τέλος ἐπαγγέλλεται ἡμῖν τοῖς ἀναξίοις. Ὢ τῆς ἀνεικάστου φιλανθρωπίας! ὢ τῆς ἀνεκδιηγήτου ἀγαθότητος! Ὅτι αὐτὸς ὁ ἀόρατος, ὁ ἀχώρητος, ὁ πάντων ∆ημιουργὸς καὶ ∆εσπότης, ὃν φρίσσει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα, ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐ δι' ἀγγέλου ἢ διὰ τῶν Σεραφεὶμ ἢ δι'