1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

17

πρὶν τὸν Κριτὴν παραγενέσθαι, καὶ μάλιστα παρὰ φύσιν τολμήσαντες, λογιζόμενοι πῶς αἱ κολάσεις τοὺς τοιούτους διαδέξονται, ἐὰν μὴ ἐμπόνως κατὰ ἀναλογίαν τοῦ πταίσματος μετανοήσωσι. Μνημονεύετε τοῦ Ἀποστόλου βοῶντος, ὅτι Ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν, οὔτε πόρνοι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Καὶ ἐκ ποίας αἰτίας εἰς τὸ χαλεπὸν τοῦτο πτῶμα κατεῤῥάγησαν; εἰπὲ, Παῦλε. ∆ιότι, φησὶν, Οὐκ ἐδοκίμασαν ἔχειν τὸν Θεὸν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς. Εἶδες τὴν αἰτίαν τοῦ δεινοῦ πτώματος; ∆ιὰ τοῦτο παραινεῖ ὁ αὐτὸς ἀπόστολος μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, μηδὲ δούλους παθῶν· Ὧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. ∆ιὰ τοῦτο δεῖ πάντοτε προσεύχεσθαι, πάντοτε δακρύειν καὶ θρηνεῖν, ὅπως ῥύσηται ἡμᾶς ὁ Κύριος ἐκ τοῦ κακοῦ φρονήματος τοῦ σώματος τοῦ θανάτου τούτου· καὶ ἐπιθυμήσωμεν κἄν ποτε τὰ ὄντως ἐπιθυμητὰ ἐκεῖνα, εἰς ἃ καὶ ἄγγελοι ἐπιθυμοῦσι παρακύψαι.

ηʹ. Ταῦτα καὶ ἡμεῖς ποθήσωμεν, καὶ σπουδάσωμεν μετανοῆσαι, καὶ διὰ τῆς μετανοίας πάλιν ἄσπιλοι γενέσθαι, καθὼς καὶ πρὸ τοῦ καταπεσεῖν. Τοιοῦτον γάρ ἐστι τὸ εἶδος καὶ ἡ δύναμις τοῦ τιμίου κτήματος τῆς μετανοίας· εἰς τὴν πρώτην τιμὴν, ἣν εἶχε πρὸ τοῦ σφάλματος, ἀποκαθιστᾷ πάλιν τὸν μετανοοῦντα. Τολμῶ εἰπεῖν, ὅτι καὶ ὑψηλότεροί τινες γεγόνασι. Πολλὰ κοπιάσαντες, καὶ περισσοτέρως δακρύσαντες, ἀπέπλυναν τὴν δυσωδίαν τῆς ἁμαρτίας κατὰ τὸν λέγοντα· Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Σπουδῆς δὲ πολλῆς χρεία, ὅτι ᾗ ὥρᾳ οὐκ οἴδαμεν, ὁ ἀπαιτῶν ἁρπάσει, καὶ οὐδεὶς ὁ ῥυόμενος. Ὅθεν ἡ θεία φωνὴ ἀπαύστως βοᾷ, Γίνεσθε ἕτοιμοι. Ὁ κρίνειν λαχὼν, φεῦγε τοῦ κρίνειν, τοῦ Κυρίου λέγοντος, Μὴ κρίνετε· καὶ μὴ παραιτοῦ πάλιν διακαταπονούμενον, ἀλλὰ τοῦ Κυρίου μνημόνευε τοῦ λέγοντος· Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε· καὶ πάλιν· Μὴ καταδικάσητε, καὶ οὐ μὴ καταδικασθῆτε. Εἰ δὲ τὸν ἕτερον κρίνων σὺ τὰ αὐτὰ πράσσεις, οὐκ ἐκφεύξεις τὸ κρῖμα τοῦ Θεοῦ.

Ἄκουε τοῦ Ἀποστόλου ἐπιπλήττοντος τοὺς τοιούτους καὶ λέγοντος· ∆ιὸ ἀναπολόγητος εἶ, ἄνθρωπε, ὁ κρίνων τοὺς τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, ἑαυτὸν κατακρίνεις. Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καθὼς ἔφη ὁ Κύριος· Ἐν ᾧ γὰρ, φησὶ, κρίματι κρίνετε, κριθήσεσθε. Ὅρα οὖν ὁ κρίνων, μὴ λάβῃς δῶρα ἐπ' ἀθώοις· γέγραπται γάρ· Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Εἴ τις οὖν τῶν δικαστῶν καὶ κριτῶν εὕροι ἑαυτὸν ἔνοχον ἐν τούτοις, σπουδάσῃ διὰ μετανοίας ἑαυτὸν ἀνέγκλητον ποιῆσαι· ἰδοὺ γὰρ ὁ κριτὴς τῶν κριτῶν πρὸ τῶν θυρῶν ἕστηκε. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλ' ἀλλήλους ἀγαπήσωμεν, ἀλλήλοις βοηθήσωμεν, ὑπὲρ ἀλλήλων εὐξώμεθα, ὅπως ἰαθῶμεν ἀπεντεῦθεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Εἴ τις τῷ θυμῷ καὶ τῇ ὀργῇ δεδούλωται, ἄκουε τοῦ Ἀποστόλου λέγοντος· Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ ἀρθήτω ἀφ' ὑμῶν· καὶ πάλιν· Ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται· καὶ πάλιν, Ἀπόθεσθε ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. Προηγουμένως δὲ ἄκουε καὶ τοῦ προφήτου παραινοῦντός σε· Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν. Εἶτα καὶ ὁ Σολομών φησιν· Ἀνδρὶ θυμώδει μὴ συναυλίζου. Ὁ γὰρ τοιοῦτος οὐκ ἔστι δοῦλος Θεοῦ, ἀλλὰ τοῦ κατέχοντος αὐτὸν πάθους, καθὼς γέγραπται· Ὧ γὰρ ἥττηται, τούτῳ καὶ δεδούλωται. Καὶ