1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

20

ἐπιμένων, μείζω τῆς ἀφέσεως κατασκευάσῃς σοι τὴν ἀνομίαν. ∆ιὰ τοῦτο περὶ πάντα προησφαλίσατο πᾶσι τὸ παράκλητον καὶ ἀγαθὸν Πνεῦμα, καὶ πάντα ὑπέμνησε, καὶ πῶς ὁ πόρνος ἐκ τοῦ βασιλικοῦ γάμου μετ' αἰσχύνης ἐκβάλλεται, πῶς δὲ καὶ αἱ πέντε μωραὶ παρθένοι διὰ ἀπήνειαν ἔξω ἀπεκλείσθησαν τῆς οὐρανίου χαρᾶς, πῶς ὁ πλούσιος ἐκεῖνος διὰ τρυφὴν καὶ τὴν ἀνήλεον αὐτοῦ γνώμην ἐν τῷ τόπῳ ἐκείνῳ τῆς βασάνου ἔλαχεν. Ὁμοίως καὶ ὁ ἕτερος πλούσιος, ὁ τὰς ἀποθήκας ἐκτείνων καὶ συνάγων πολλὰ καὶ κερδαίνων οὐδὲν, ἄφρων δικαίως ἤκουσεν.

Οὐκ ἀγνοεῖτε δὲ τί καὶ οἱ ἐξ εὐωνύμων διὰ ἀμετάδοτον ἤκουσαν. Τὸν δὲ κλέπτην ὁ Κύριος φονέα ἐκάλεσε λέγων, Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ταῦτα καὶ τὰ τοιαῦτα διὰ στόματος τῶν ἁγίων τὸ ἅγιον Πνεῦμα ἐλάλησε, κἀγὼ δὲ ὑπέμνησα· καὶ ἐπὶ πᾶσι τούτοις ὁ Ἀπόστολος κράζει λέγων· Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Καὶ ἀρκέσει τέως ὑμῖν τὰ εἰρημένα, καὶ μάλιστα τοῖς σπουδαιοτέροις, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ πάντα κατὰ τὸν προειρηκότα καιρὸν οἰκονομήσαντος εἰς τὴν ἡμῶν σωτηρίαν, καὶ προσκαλουμένου εἰς τὴν αἰώνιον αὐτοῦ βασι60.699 λείαν, εὐχαῖς δὲ τῶν μνημονευθέντων ἁγίων, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι 60.700 ὡς ἦν ἐν ἀρχῇ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.