1

 2

 3

 4

 5

 6

 7

2

διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεόν· δεῦτε, ἀκούσατε πράγματα καὶ ῥήματα πνευματικὰ καὶ σωτήρια· δεῦτε, μάθετε βουλὴν σώζουσαν καὶ θεάρεστον· δεῦτε, γνῶτε πῶς ἐξομολογησόμεθα τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν· δεῦτε πρὶν λυθῇ τοῦ βίου ἡ πανήγυρις· δεῦτε πρὶν ἀποκλεισθῶσιν αἱ θύραι τῆς ζωῆς, πρὶν ὁ θάνατος ἔλθῃ καὶ εὕρῃ ὑμᾶς ἀνετοίμους· δεῦτε πρὶν ὁ 60.700 ἥλιος δύνῃ, πρὶν σκοτάσῃ τὸ φῶς· ∆εῦτε, ἀκούσατε, πάντα τὰ ἔθνη, καὶ ἐνωτίσατε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· δεῦτε, Γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης· δεῦτε, εὐγενεῖς καὶ ἔνδοξοι, δοῦλοι καὶ ἐλεύθεροι· δεῦτε πᾶν γένος, καὶ ἡλικία πᾶσα, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, μικροί τε καὶ μεγάλοι, νέοι τε καὶ γέροντες· δεῦτε, ἱερεῖς Κυρίου, καὶ πᾶν τὸ πλήρωμα τῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης· δεῦτε, Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· δεῦτε, βασιλεῖς τῆς γῆς, οἵ τε σοφοὶ καὶ ἰδιῶται· δεῦτε, Προσπέσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. ∆εῦτε, ἀδελφοὶ, καὶ γνῶμεν, ὅτι οὐδὲν ὠφελήσουσιν ἡμᾶς τὰ πέρατα τῆς γῆς. ∆εῦτε, ἴδετε ὅτι γυμνοὶ εἰσήλθομεν, καὶ πάλιν γυμνοὶ μέλλομεν ἀπέρχεσθαι ἐκεῖ. ∆εῦτε, ἐξομολογησώμεθα τῷ Κυρίῳ ἐν δάκρυσι καὶ στεναγμοῖς, ἐν ἐλεημοσύναις, ἐν οἰκτιρμοῖς πενήτων· καὶ αὐτὸς διδάξει ἡμᾶς πῶς σωθῶμεν.

Εἴπωμεν καὶ ἡμεῖς πρὸς αὐτόν· Κύριε, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· δέξαι ἡμῶν τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, δέξαι ἡμῶν τὸν στεναγμὸν καὶ τὰ δάκρυα, δέξαι ἡμῶν τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, τὸν ὀδυρμὸν καὶ κλαυθμὸν τὸν ἐπὶ θάνατον· δέξαι ἡμᾶς τοὺς ἀθλίους, καὶ αἰσχρῶς βιώσαντας· δέξαι ἡμᾶς, φιλάνθρωπε, τοὺς πολλά σε παροργίσαντας· δέξαι ἡμᾶς, ∆έσποτα, τοὺς ἐν ἀσωτίᾳ καὶ πάσῃ πονηρίᾳ καὶ ἀκαθαρσίᾳ τὸν βίον ὅλον δαπανήσαντας· δέξαι, Κύριε ὁ Θεὸς, τοὺς τῶν σῶν ἐντολῶν παρακούσαντας· δέξαι ἡμᾶς, ∆έσποτα, τοὺς ἀναξίους δούλους σου, καὶ μὴ ἀποδῴης ἡμῖν κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν. Ὁμολογοῦμεν, ∆έσποτα, ὅτι οὐδὲ τοῦ ζῇν ἄξιοι διὰ τὰς ἁμαρτίας ἡμῶν· ὁμολογοῦμεν, Κύριε, οὐδὲ τὸν ἥλιον τοῦτον θεωρεῖν ὑπάρχομεν ἄξιοι, διότι οὐκ ἔστιν ἁμάρτημα, οὐκ εἶδος παντοίου κακοῦ, ὃ οὐκ ἐπράξαμεν οἱ ἄθλιοι· ἀλλὰ δέξαι ἡμᾶς, ∆έσποτα, ὥσπερ τὸν ἄσωτον υἱὸν, δέξαι ὡς τὸν λῃστὴν, δέξαι ὡς τὴν πόρνην καὶ τὸν τελώνην. Κύριε, ἐπίστρεψον ἡμᾶς· Κύριε, συνέτισον ἡμᾶς, καὶ μὴ ὀργισθῇς, ἀλλὰ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν. Κύριε, ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τῶν δούλων σου. Κύριε, σὺ εἶ Θεὸς, καὶ ἡμεῖς σὸς λαός. Ἡμάρτομεν γὰρ, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ τὸ πονηρὸν ἐποιήσαμεν, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, καὶ διὰ τοῦτο μακράν σου ἀπεπλανήθημεν. Ἀλλ' ἐλέησον, Κύριε, τὰ ἔργα τῶν χειρῶν σου· ἐλέησον, ∆έσποτα, τοὺς τῇ ἀπάτῃ τοῦ ὄφεως ἐκβληθέντας τοῦ παραδείσου· ἐλέησον ἡμᾶς, καὶ ἔνδυσον χιτῶνα εὐφροσύνης, καὶ σωτήριον ἱμάτιον· ἐλέησον ἡμᾶς, οὓς ἐγύμνωσεν ὁ διάβολος τῆς σῆς βοηθείας. Εὔσπλαγχνε, ἐλέησον τοὺς σὲ καταλιπόντας, καὶ ἐκείνῳ δουλεύσαντας· ἐλέησον τοὺς πεπλανημένους, ἐλέησον τοὺς τὰς σὰς παραγγελίας μὴ φυλάξαντας, καὶ ταῖς δαιμόνων κακουργίαις καθυπουργήσαντας· ἐλέησον τοὺς ἐν ἁμαρτίαις μολυνθέντας, ἐλέησον τοὺς τυραννουμένους ὑπὸ τοῦ διαβόλου, ἐλέησον τοὺς ῥερυπωμένους ἐν ἀσωτίᾳ· ἐλέησον ἐλεῆμον, ἐλέησον ἀγαθὲ, ἐλέησον μακρόθυμε, ὅτι πᾶν κακὸν καὶ πᾶσαν ἀκαθαρσίαν καὶ πλεονεξίαν καὶ ἀδικίαν αἱ χεῖρες ἡμῶν ἐποίησαν. Ἐμιάναμεν γὰρ τὴν ψυχὴν, ἣν κατ' εἰκόνα σου ἐποίησας· ἐμιάναμεν τὸ σῶμα, ἐμιάναμεν αἴσθησιν. Ἡ γλῶσσα ἡμῶν μάχαιρα ὀξεῖα ἐγένετο κατὰ τοῦ πλησίον, οἱ ὀφθαλμοὶ ἡμῶν πῦρ βλέπουσιν, αἱ χεῖρες ἡμῶν αἵματος πλήρεις, οἱ πόδες ἡμῶν ὀξέως εἰς τὸ κακὸν τοῦ ποιῆσαί τινα.