1

 2

 3

 4

 5

 6

 7

4

ἐπὶ πάντων θριαμβεύων· ἔρχεται ὁ ἀληθὴς καὶ ἀκοίμητος ὀφθαλμὸς, ὁ ἀπροσωπόληπτος δικαστὴς, ὁ ἀδωροδόκητος ἐξεταστὴς, ὁ πᾶσαν ῥυπαρὰν πρᾶξιν καὶ αἰσχρὰν ἡδονὴν καταφλέγων, καὶ εἰς γέενναν παραπέμπων· ἔρχεται ὁ ἀγαπῶν εἰρήνην, καὶ μισῶν πᾶν πονηρὸν ῥῆμα, καὶ πᾶν ἅρπαγμα, καὶ ἁμαρτίαν πᾶσαν, καὶ τοὺς ποιοῦντας τὰ σκάνδαλα αἰωνίως τιμωρούμενος· ἔρχεται, οὗ ἀπὸ προσώπου αὐτοῦ ἡ γῆ φεύγει, ἡ θάλασσα ξηραίνεται· ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα πίπτουσιν, ὁ ἀὴρ κλονεῖται, ὁ ἥλιος σκοτίζεται, ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, τὰ Χερουβὶμ τρέμει, τὰ Σεραφὶμ ἐξίστανται, ἄγγελοι φρίττουσιν, ἀρχάγγελοι τρέμουσι, τὰ ἄνω, τὰ κάτω δονεῖται, τὰ πάντα σείεται· 60.702 ἔρχεται ὁ μὴ λαμβάνων πρόσωπον ἀνθρώπου, καὶ μὴ ἐλεῶν πτωχὸν ἐν κρίσει· ἔρχεται ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὁ ἐλέγχων καὶ στηλιτεύων πάσης πνοῆς τὰ βουλεύματα καὶ τὰ κινήματα· ἔρχεται ὁ ἐλεῶν τοὺς ἐλεήμονας, καὶ κατακρίνων τοὺς ἀσπλάγχνους, Ὁ φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἔρχεται ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· ἔρχεται οὗ ὁ θρόνος φλὸξ πυρὸς, καὶ οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ἔρχεται τοὺς μὲν δικαίους σῶσαι καὶ δοξάσαι, τοὺς δὲ ἁμαρτωλοὺς τιμωρήσασθαι· ἔρχεται μακαρίσαι τοὺς διψῶντας, τοὺς δὲ ἐμπεπλησμένους ταλανίσαι· ἔρχεται τιμῆσαι τοὺς ἀγωνιζομένους καὶ ἀγρυπνοῦντας ἐν προσευχαῖς καὶ ψαλμῳδίαις, ἐν εὐχαριστίᾳ καὶ δεήσει καὶ ὑπομονῇ· τοὺς δὲ ῥᾳθύμους καὶ ἀμελεῖς εἰς βασάνους καὶ τιμωρίας παραπέμψει· ἔρχεται πρὸς μὲν τοὺς ἁμαρτωλοὺς φοβερὸς καὶ σκληρὸς, καὶ μετὰ πολλῆς ἀπειλῆς κολάσει· πρὸς δὲ τοὺς δικαίους πρᾶος καὶ ἱλαρὸς καὶ ἥμερος· καὶ τί φησι πρὸς αὐτούς; ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· οὐχ ὅτι πλοῦτον πολὺν ἐκτήσασθε ἐπὶ τῆς γῆς, οὐδ' ὅτι πολλοὺς δούλους καὶ δούλας ἐσχήκατε, οὐδ' ὅτι εὐγενεῖς καὶ ἔνδοξοι ἐγίνεσθε· οὐχ ὅτι πολλοὺς ἀγροὺς καὶ ἀμπελῶνας ἐκληρονομήσατε, οὐχ ὅτι ἀποθήκας καὶ λαμπρὰς οἰκίας ᾠκοδομήσατε, οὐχ ὅτι πολλὰ ζεύγη βοῶν καὶ ἀγέλας προβάτων εὐπορήσασθε, οὐδ' ὅτι τραπέζης πλουσίας καὶ ἀφθόνου ἀπηλαύσατε, οὐδ' ὅτι ἱμάτια λαμπρὰ ἐνεδύσασθε, οὐδ' ὅτι μύροις καὶ ἀρώμασιν ἠλείφεσθε, οὐδ' ὅτι πολλὰ παρὰ πάντων ἐτιμήθητε· οὐχ ὅτι ἐδοξάσθητε καὶ ὑψώθητε καὶ ἐμεγαλύνθητε, οὐδ' ὅτι ἐνηστεύσατε ἢ ἠγρυπνήσατε· οὐδ' ὅτι παρθενίαν ἐφυλάξατε, ἢ ὅτι ἐκακοπαθήσατε· ἀλλ' Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· εἴδετέ με ξένον, καὶ εἰς τοὺς οἴκους ὑμῶν συνηγάγετέ με, καὶ μεγάλως με παρεμυθήσασθε· ἑωράκατέ με γυμνὸν, καὶ ἐνεδύσασθε· ἐθεάσασθέ με ἐν ἀσθενείᾳ κατακείμενον, καὶ ἐπεσκέψασθέ με, καὶ πολλῆς θεραπείας ἠξιώσατε· εἴδετέ με ἐν φυλακῇ, καὶ μετὰ πολλῆς προθυμίας ἤλθετε πρός με.

Καὶ λέγουσιν αὐτῷ οἱ δίκαιοι· Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσαμεν; ἢ ξένον, καὶ συνηγάγομεν; ἢ γυμνὸν, καὶ περιεβάλομεν; ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ διηκονήσαμέν σοι; Ὁ δὲ Κριτὴς πρὸς αὐτούς φησιν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, τῶν πτωχῶν, τῶν ἀπεῤῥιμμένων, τῶν ξένων, τῶν ταπεινῶν, τῶν ἐξουθενημένων, τῶν λελωβημένων, τῶν ἐν περιστάσει, τῶν ἐν ἀνάγκῃ, τῶν ἐν θλίψει, τῶν ἐν λιμῷ, τῶν ἐν δίψει, τῶν τετραυματισμένων, τῶν καταπονουμένων, τῶν ἀσθενούντων, τῶν κακουχουμένων· ἐφ' ὅσον ἐποιήσατε ἐκ πάντων τούτων ἑνὶ, ἐμοὶ ἐποιήσατε, τὰ ἐμὰ μέλη ἐθερμάνατε, ἐμοὶ διηκονήσατε, τὴν ἐμὴν ψυχὴν ἀνεπαύσατε· διὰ τοῦτο, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ∆εῦτε ἐν πρώτοις, οἱ τὴν πίστιν ἄσπιλον καὶ ἀμόλυντον φυλάξαντες· δεῦτε, οἱ δι' ἐμὲ πτωχεύσαντες τὴν πνευματικὴν πτωχείαν· δεῦτε, οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς