1

 2

 3

 4

 5

 6

 7

5

τῆς γῆς μετὰ τῶν θηρίων διὰ τὸ ὄνομά μου οἰκήσαντες· δεῦτε, οἱ πενθοῦντες καὶ τεθλιμμένοι· δεῦτε, οἱ δι' ἐμὲ πεινάσαντες καὶ διψήσαντες· δεῦτε, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· δεῦτε, οἱ ὀνειδισθέντες καὶ μισηθέντες διὰ τὸ ὄνομά μου· δεῦτε, οἱ καθαροὶ τῇ καρδίᾳ· δεῦτε, οἱ ἐλεήμονες· δεῦτε, οἱ εὐμετάδοτοι· δεῦτε, οἱ εὔσπλαγχνοι· δεῦτε, οἱ ὀρφανοτρόφοι· δεῦτε, οἱ ξενοδόχοι· δεῦτε, οἱ τῶν χηρῶν προστάται· δεῦτε, οἱ τῶν ἀδυνάτων ἀντιλήπτορες· δεῦτε, οἱ τῶν ἀσθενούντων παραμυθήτορες· δεῦτε, οἱ τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι· δεῦτε, οἱ τῶν χρεωστούντων πληρωταί· δεῦτε, οἱ τὰς ψυχὰς τῶν πεινώντων καὶ διψώντων διὰ τὸ ὄνομά μου ἐμπλήσαντες· δεῦτε, οἱ τῶν ἀδίκως καταδουλωθέντων καὶ κινδυνευόντων προστάται θερμότατοι· δεῦτε, οἱ τῶν ἐν ἐξορίᾳ καὶ πικραῖς δουλείαις εὔσπλαγχνοι ἐλευθερωταί· δεῦτε, οἱ τὸν ἤρεμον καὶ ἡσύχιον βίον δι' ἐμὲ πολιτευσάμενοι· δεῦτε, οἱ παρθενίᾳ καὶ ἀσκήσει καὶ σεμνῇ πολιτείᾳ ἕως θανάτου ἀγωνισάμενοι, δεῦτε, οἱ ἐν σωφροσύνῃ καὶ ἁγνείᾳ τὸ σῶμα καὶ τὴν ψυχὴν ἄσπιλον καὶ ἀμίαντον διατηρήσαντες· δεῦτε, οἱ ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ ψαλμῳδίαις ὅλον ἑαυτῶν τὸν βίον τελέσαντες· δεῦτε, οἱ καθ' ἑκάστην νύκτα καὶ 60.703 ἡμέραν τῆς ἐκκλησίας μὴ ἀφιστάμενοι· δεῦτε, οἱ τὰ θυσιαστήριά μου κοσμοῦντες καὶ ἐπιμελούμενοι· δεῦτε, οἱ καταφρονήσαντες τῶν ἐπιγείων, ἀπολάβετε τὰ οὐράνια· δεῦτε, οἱ καταλείψαντες δι' ἐμὲ πατέρας καὶ μητέρας, υἱοὺς καὶ θυγατέρας, οἰκίας καὶ ἀγροὺς καὶ συγγενεῖς, ἀπολάβετε τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἐπουρανίου· δεῦτε καὶ θεάσασθε τὴν δόξαν τὴν ἐμὴν, καὶ χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· δεῦτε, καὶ ἴδετε οἵου ∆εσπότου ὑπηρέται τυγχάνετε, καὶ χαίρετε καὶ σκιρτήσατε, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

Εἰσέλθετε εἰς τὴν χαρὰν τοῦ Κυρίου ὑμῶν, ἀπολάβετε τὰ ἀγαθὰ ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· εἰσέλθετε εἰς τὰ ταμιεῖα τοῦ Πατρός μου, ὅπου ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι· δέξασθε τὰ βραβεῖα καὶ τοὺς στεφάνους καὶ τὰ ἔπαθλα τῶν ἀγώνων ὑμῶν. Ἐβαστάσατε τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας· ἀπολάβετε τὴν βασιλείαν τῶν οὐρανῶν· ὑπεμείνατε πεῖναν καὶ δίψαν, χαμαικοιτίαν καὶ ξηροφαγίαν· ἀπολαύσατε οὖν δόξης ἀνεικάστου, καὶ χαρᾶς ἀνεκλαλήτου, ἢν προητοίμασα ὑμῖν τοῖς φίλοις· ἀναπαύσασθε λοιπὸν εἰς τὰς αὐλὰς τοῦ παραδείσου, εἰς τὰς μονὰς τὰς φωτοειδεῖς, εἰς τρυφὴν καὶ χαρμονὴν τέλος οὐκ ἔχουσαν, εἰς σκηνώματα λαμπρὰ καὶ δεδοξασμένα. Εἰσέλθετε εἰς τόπους φωτεινοὺς, καὶ ἀναπαύεσθε ἐκ τῶν κόπων ὑμῶν, ὧν δι' ἐμὲ ὑπεμείνατε. Ἀναπαύεσθε μετὰ τῶν ἁγίων μου ἀγγέλων, μετὰ ἀποστόλων, μετὰ προφητῶν καὶ τῶν ἀπ' αἰῶνός μοι εὐαρεστησάντων ἁγίων· εἰσέλθετε εἰς τὸ ἐμὸν παλάτιον, ὅπου οὐκ ἔστι πόνος, λύπη, καὶ στεναγμὸς οὐδὲ δάκρυον, ἀλλὰ αἰώνιος ζωὴ καὶ ἀτελεύτητος. Τοιαύτας δωρεὰς χαρίζομαι ἐγὼ τοῖς τὸν ἐμὸν λόγον τηρήσασιν· οὕτως ἐγὼ τιμῶ τοὺς ἐμὲ τιμήσαντας, οὕτως ἐγὼ δοξάζω τοὺς ἐμὲ δοξάζοντας, οὕτως ἐγὼ ἀναπαύω τοὺς τὰ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους, ἀναπαύοντας· οὕτως ἐγὼ μακαρίζω τοὺς τῶν Ἐκκλησιῶν μου ἐπιμελοῦντας, οὕτως ἐγὼ ἀποδίδωμι πλουσίως καὶ ἀφθόνως καὶ ἑκατονταπλασίως, τὴν αἰώνιον ζωήν. Ἐδώκατέ μοι κλάσμα ἄρτου, λάβετε βασιλείαν οὐράνιον· ἐδώκατέ μοι ἀργύριον, λάβετε τὸν παράδεισον τῆς τρυφῆς· ἐδώκατέ μοι ἱμάτιον παλαιὸν, ἐνδύω ὑμᾶς τὸ ἄδυτον φῶς· ἐδώκατέ μοι ποτήριον ὕδατος, ἀπολάβετε τὸ ὕδωρ τὸ ζῶν τῆς ἀναπαύσεως· εἰσηγάγετέ με ἐν τῇ σκέπῃ· ἰδοὺ χαρίζομαι ὑμῖν τὸ εἶναι μετὰ τῶν ἁγίων ἀγγέλων· ἐδώκατέ μοι φθαρτὰ, λάβετε ἄφθαρτα· ἐδώκατέ μοι πρόσκαιρα, λάβετε αἰώνια· ἠξιώσατέ με τῆς τραπέζης ὑμῶν, λάβετε τρυφὴν αἰώνιον· ἐῤῥύσασθέ με ἀπὸ δεσμωτηρίου, ἐπεσκέψασθέ με ἀσθενοῦντα, ἐλύσατέ μου τὸν λιμὸν καὶ τὴν δίψαν, ἐνίψατέ μου τοὺς πόδας, ἐθερμάνατέ με ῥιγοῦντα· ἰδοὺ χαρίζομαι ὑμῖν τὸν κόλπον τοῦ Ἀβραάμ. Ἔλαβον πηλὸν, δίδωμι μαργαρίτας· ἔλαβον χόρτον, δίδωμι