1

 2

 3

 4

 5

 6

 7

6

χρυσόν. Πάντα γὰρ τὰ ὑμέτερα, οἷά εἰσι, πρὸς τὰς ἐμὰς δωρεὰς χόρτος εἰσὶ καὶ πηλός· τὰ γὰρ ὑμέτερα ἐπίγεια, τὰ δὲ ἐμὰ ἐπουράνια· τὰ ὑμέτερα πάντα μαραινόμενα, τὰ δὲ ἐμὰ φῶς, ζωὴ καὶ χαρὰ καὶ ἀνάπαυσις.

Οἶδα ἐγὼ ὅσα μοι ἐποιήσατε, γινώσκω ἐγὼ ὅσα ἐκ τοῦ στόματος ὑμῶν ἀπεκόψατε, καὶ τὴν ἐμὴν ψυχὴν ἐνεπλήσατε· ἐπίσταμαι, καὶ οὐκ ἐπελαθόμην ὅσα με ἐξενοδοχήσατε· καὶ διὰ ταῦτα πάντα, ὅσα ἐν οὐρανῷ καὶ ὅσα ἐπὶ τῆς γῆς ὑπάρχει ἀγαθὰ, ὑμῖν χαρίζομαι τοῖς φίλοις μου εἰς αἰῶνα αἰῶνος.

γʹ. Εἴδετε, ἀδελφοὶ, τῆς ἐλεημοσύνης τὸ κέρδος, ἔγνωτε αὐτῆς τὴν ἰσχὺν,

ἐμάθετε αὐτῆς τὴν δύναμιν, κατενοήσατε αὐτῆς τὴν ὠφέλειαν. Εἶτα, φησὶν, ὁ Κύριος πρὸς τοὺς εὐωνύμους λέγει, πρὸς τοὺς ἀνηλεεῖς, πρὸς τοὺς αἰσχρῶς τὸν βίον δαπανῶντας· Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, καὶ τὰ ἑξῆς. Πόσα ἦλθον εἰς τὴν θύραν ὑμῶν ζητῶν ἐντολὴν, καὶ ἄπρακτόν με ἀπεστρέψατε; πόσα ἦλθον εἰς τοὺς οἴκους ὑμῶν, καὶ εἶδον τράπεζαν παντοίων ἀγαθῶν μεστὴν, καὶ πόρνας τρέφουσαν καὶ ὀρχηστὰς καὶ κόλακας, καὶ ἐμὲ κἂν κλάσματος ἄρτου οὐκ ἠξιώσατε; Μὴ γὰρ τὰ ὑμέτερα ἐζήτουν; Καὶ ἐκ τῶν ἐμῶν οὐκ ἐδώκατέ μοι φαγεῖν. Πόσα ἦλθον εἰς τοὺς οἴκους ὑμῶν χειμῶνος σφοδροῦ ἐπικειμένου, γυμνὸς καὶ ἀνυπόδετος, μηδὲ λαλῆσαι δυνάμενος ἀπὸ τῆς βίας καὶ τῆς ἀνάγκης· ὑμεῖς δὲ ἐπιτάξαντες, ἐξουθενήσαντες, ἔξωθέν με ἐγκατελίπετε, καὶ οὐδὲ κἂν ὡς ἕνα τῶν κυναρίων ἐλογίσασθε; Καὶ διὰ τοῦτο πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, 60.704 καὶ βρυγμὸς ὀδόντων· ὅτι οὐ μόνον ὑμεῖς με οὐκ ἠλεήσατε, ἀλλὰ καὶ τοὺς θέλοντάς με πολλάκις ἐλεεῖν ἐκωλύετε, καὶ ἐπείθετε λέγοντες, ὅτι Κλέπται εἰσὶν οἱ πτωχοί· τί ἐλεεῖτε αὐτούς; Τοὺς κύνας ἐτρέφετε, τοὺς ἵππους ἐθεραπεύετε, τῶν κτηνῶν ἐπεμελεῖσθε καὶ ἐπεβλέπετε ὄνους, καὶ χοίρους καὶ πρόβατα ἐμεριμνᾶτε· τὰ δὲ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους, οὐδέποτε ἠλεήσατε· οὕτως οὐδὲ ὑμεῖς ἐλεηθήσεσθε. Οὐκ οἴδατε, ἄθλιοι, ὅτι διὰ τῶν πτωχῶν ἔχει πᾶς ἄνθρωπος τὴν σωτηρίαν; οὐκ ἀνέγνωτε, ὅτι ἀδελφούς μου αὐτοὺς ἐπεκάλεσα; οὐκ ἠκούσατε τῆς Γραφῆς λεγούσης, ὅτι Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ; οὐκ ἐμάθετε, ὅτι Κρίσις ἀνίλεώς ἐστι τοῖς μὴ πράξασιν ἔλεος; Ὢ πόσα ἐβόων οἱ πένητες, οἱ ἀδελφοί μου, ὀδυρόμενοι, κλαίοντες καὶ θρηνοῦντες; ποῖον ῥῆμα οὐκ ἐπιβοώμενοι εἰς τὸ ἐπικάμψαι ὑμῶν τὴν ἀμείλικτον καρδίαν, Ἐλεεῖτε, βοηθεῖτε, λέγοντες, δότε οἱ ἀγαθοποιοὶ, δότε οἱ ἐλεήμονες, δότε οἱ φίλοι τοῦ Θεοῦ, δότε οἱ εὔσπλαγχνοι, καὶ ἄλλα μυρία ῥήματα καὶ σχήματα ἐπιτηδευόμενοι τὰ δυνάμενα καὶ λίθους μαλάξαι, καὶ ἀγρίων θηρίων τὴν ἡμερότητα ποιῆσαι· ὑμεῖς δὲ ἐσκληρύνατε τὰ σπλάγχνα ὑμῶν, καὶ οὐ μόνον οὐκ ἐλεεῖτε καὶ παραμυθεῖσθε, ἀλλὰ καὶ μᾶλλον κατεδιώκετε ἀπὸ τόπου εἰς τόπον, ὥστε πολλοὺς ἀποθνήσκειν ἀπὸ τοῦ λιμοῦ καὶ τοῦ ψύχους;

Ὢ πόσους ὀρφανοὺς ἠδικήσατε, πόσας χήρας ἐπλεονεκτήσατε, πόσους ἀδυνάτους ἐθλίψατε, πόσους καταπονουμένους γυμνοὺς καὶ αἰχμαλώτους κατεστήσατε; ὢ πόσων μισθίων μισθοὺς ἐκρατήσατε, ὑπὲρ ὧν καὶ αἰωνίως τιμωρηθήσεσθε; Οὐκ ἐμάθετε ἐκ τῶν πέντε μωρῶν παρθένων, ὅτι πᾶσα ἀρετὴ χωρὶς ἐλεημοσύνης οὐδὲν ὠφελεῖ; Κἂν παρθενίαν εἴπῃς, κἂν νηστείαν, κἂν προσευχὴν, κἂν ἀγρυπνίαν, ξηροφαγίαν τε πεῖνάν τε καὶ δίψαν, κἂν ὁτιοῦν εἴπῃς χωρὶς ἐλεημοσύνης, οὐδέν ἐστι. Λοιπὸν τί εἴπω πρὸς τὴν ἀπάνθρωπον ὑμῶν προαίρεσιν; ∆ιὰ τοῦτο Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον. Εἰς γὰρ τὸ ἐμὸν παλάτιον ἀνελεήμων οὐκ εἰσέρχεται, εἰς τὰς οὐρανίους μονὰς ἄσπλαγχνος οὐκ ἀξιοῦται· εἰς τὸν ἐμὸν παράδεισον πονηρὸς ἢ βλάσφημος ἢ πανοῦργος οὐκ ἔρχεται· εἰς τὴν ἐμὴν παστάδα πόρνος ἢ μοιχὸς ἢ ἀρσενοκοίτης οὐ καταξιωθήσεται· εἰς τὴν ἐμὴν τράπεζαν σκληρὸς ἢ ἀμετάδοτος οὐκ ἀνακλιθήσεται· εἰς τὰς ἄνω μονὰς ἅρπαξ