1

 2

 3

 4

 5

2

γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ἀκούεις, ἀδελφὲ, ὅτι γνῶσιν Θεοῦ λαμβάνει ὁ σχολάζων ταῖς θείαις Γραφαῖς ἐν ἀληθινῇ καρδίᾳ. ∆ιὸ, ἀδελφέ μου, μὴ ἀμελήσῃς τῆς ψυχῆς σου, ἀλλὰ σχόλαζε τῇ ἀναγνώσει καὶ ταῖς προσευχαῖς· ὅπως φωτισθῇ σου ἡ διάνοια, καὶ ὅπως γένῃ τέλειος καὶ ὁλόκληρος, ἐν μηδενὶ λειπόμενος. Ἄλλοι καυχῶνται ἐπὶ συνομιλίᾳ μεγιστάνων, ἀρχόντων τε καὶ βασιλέων· σὺ δὲ καύχησαι ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ, συνομιλῶν τῷ ἁγίῳ Πνεύματι διὰ τῶν θείων Γραφῶν· τὸ γὰρ ἅγιον Πνεῦμά ἐστι τὸ λαλοῦν δι' αὐτῶν. Σπούδαζε οὖν ἐντυγχάνειν ταῖς θείαις Γραφαῖς, καὶ προσκαρτερεῖν ταῖς ἁγίαις εὐχαῖς. Ὁσάκις γὰρ ἂν ἐντυγχάνῃς τῷ Θεῷ δι' αὐτῶν, τοσαυτάκις ἁγιάζεταί σου τὸ σῶμα, καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα. Τοῦτο οὖν γινώσκων, ἀδελφέ μου, ὅτι, ἡνίκα ἂν ἐντυγχάνῃς αὐταῖς, ἁγιάζῃ, σπούδασον πυκνοτέρως ἐντυγχάνειν αὐταῖς· κἂν μὴ σχολάζωσιν αἱ χεῖρες, εὔχου τῇ διανοίᾳ. Καὶ γὰρ ἡ μακαρία Ἄννα, ἡ μήτηρ τοῦ προφήτου Σαμουὴλ, ηὔχετο, καὶ τὰ χείλη αὐτῆς ἐσάλευεν· ἡ δὲ προσευχὴ αὐτῆς εἰς τὰ ὦτα Κυρίου σαββαὼθ εἰσεληλύθει. Καὶ γὰρ ἐδόθη αὐτῇ ἡ αἴτησις αὐτῆς. ∆ιὸ, ἀδελφέ μου, εἰ καὶ σχολάζουσιν αἱ χεῖρες, ἀλλὰ τῇ διανοίᾳ εὔχου· καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει. Ἐὰν δὲ οὐκ ἐπίστασαι τὸ ἀναγινώσκειν, προσκολλῶ ὅπου ἔστιν ἀκοῦσαι καὶ ὠφεληθῆναι· γέγραπται γάρ· Ἐὰν ἴδῃς ἄνδρα συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου. Τοῦτο γὰρ συμβάλλεται, ἀδελφέ μου, οὐ μόνον τοῖς μὴ ἐπισταμένοις τὸ ἀναγνῶναι, ἀλλὰ καὶ τοῖς ἐπισταμένοις. Πολλοὶ γάρ εἰσιν ἀναγινώσκοντες, καὶ οὐκ ἐπιγινώσκουσιν ἃ ἀναγινώσκουσι.

Βλέπε οὖν, ἀδελφὲ, μὴ ἀμελήσῃς τοῦ ἐν σοὶ χαρίσματος τοῦ δοθέντος σοι τῇ δωρεᾷ τοῦ Χριστοῦ· ἀλλὰ φρόντισον καὶ ἐκζήτησον τὸ πῶς εὐαρεστῆσαι τῷ Θεῷ δυνήσῃ, ἵνα τύχῃς τοῦ μακαρισμοῦ· γέγραπται γάρ· Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσι αὐτόν. Βλέπε μή σε ἀνακόψῃ ὁ Ἐχθρὸς, ὅταν βούλῃ ἀναγνῶναι, προσφέρων σοι τὴν ἀδικίαν, καὶ βάλλων σε εἰς πειρασμοὺς, καὶ λέγων· Ποίησον πρῶτον τόδε τὸ πρᾶγμα, ἐφ' ὅσον ὀλίγον ἐστὶ, καὶ οὕτως ἀμερίμνως ἀναγινώσκῃς. Ἡνίκα γὰρ ὑποβάλλῃ ταῦτα, καὶ προθυμίαν παρέχῃ εἰς τὸ ἐργόχειρον, ταῦτα πάντα ἐμβάλλει, ἵνα σε ἀπασχολήσῃ τοῦ ἀνα 63.940 γνῶναι καὶ ὠφεληθῆναι. Ὅταν γὰρ ἴδῃ ἄνθρωπον ὁ διάβολος ἐμπόνως ἀναγινώσκοντα καὶ ὠφελούμενον, ταύταις ταῖς ἀφορμαῖς καὶ ἄλλαις πολλαῖς παρατάσσεται αὐτῷ, ἐμποδίζειν αὐτὸν ζητῶν. Σὺ οὖν μὴ πεισθῇς αὐτῷ, ἀλλὰ γενοῦ ὡσεὶ ἔλαφος διψῶσα, καὶ ἐπιποθῶν ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτέστιν ἐπὶ τὰς θείας Γραφὰς, ὅπως πίῃ ἐξ αὐτῶν, καὶ καταψύξωσί σου τὴν δίψαν τὴν συμφλέγουσάν σε διὰ τῶν παθῶν. Σύμπινε δὲ καὶ τὴν ἐξ αὐτῶν ὠφέλειάν σοι γινομένην· οἷόν τι λέγω, ἵνα, ὅταν ὁ Κύριος δωρῆταί σοι τοῦ ἐπιγνῶναι ἐξ αὐτῶν λόγον, μὴ παρέλθῃς, ἀλλὰ μελετήσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ἐγγράψῃς αὐτὸν ἐν τῇ καρδίᾳ σου, καὶ τῇ μνήμῃ διαφυλάξῃς αὐτὸν ἀνεξάλειπτον. Γέγραπται γάρ· Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου· καὶ πάλιν, Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι· καὶ πάλιν, Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Βλέπεις, ἀδελφὲ, ὅτι ἐν τῷ μνημονεύειν τῶν λόγων τοῦ Θεοῦ κατορθοῖ ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ. Τίς γάρ ἐστιν ὁ μνημονεύων τῶν λόγων τοῦ Θεοῦ καὶ μὴ κατορθῶν, εἰ μὴ ἄρα ἐκεῖνος ὑπάρχει ἀδόκιμος καὶ ταλαίπωρος, ὁ οὐδὲν ὅλως μνημονεύων, ἀλλὰ καὶ ὧν δοκεῖ μνημονεύειν ἐπιλανθανόμενος;

Τῷ γὰρ τοιούτῳ ἀνθρώπῳ λέγει ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Κελεύει οὖν ἀπαρθῆναι ἀπ' αὐτοῦ καὶ ὃ δοκεῖ ἔχειν· ὅτι οὗτος δοκεῖ ἔχειν πίστιν καὶ γὰρ Χριστιανὸν ἑαυτὸν ἀποκαλεῖ , τοῖς δὲ ἔργοις ἀρνεῖται, καὶ ἔστιν ἀπίστου χείρων. ∆ιὸ κελεύει ἀπαρθῆναι ἀπ' αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔλαβεν ἐν ἡμέρᾳ ἀπολυτρώσεως, ὃ δοκεῖ ἔχειν. Καὶ