1

 2

 3

 4

 5

3

γίνεται ὁ τοιοῦτος ἄνθρωπος ὥσπερ κεράμιον οἴνου ῥῆγμα πεποιηκὸς, καὶ δι' αὐτοῦ ἀπολωλεκὸς τὸν οἶνον· ὅπερ πάντες μὲν οἱ ὁρῶντες, μὴ ἰδόντες τὸ γεγονὸς, δοκοῦσι μεστὸν εἶναι· ὅταν δὲ ἐρευνηθῇ, τότε φανεροῦται πᾶσιν, ὅτι κενόν ἐστι κείμενον. Οὕτως οὖν καὶ ὁ τοιοῦτος ἄνθρωπος κατὰ τὴν ἡμέραν ἐκείνην τῆς κρίσεως ἐρευνώμενος, εὑρίσκεται· καὶ τότε φανερὰ πᾶσι τὰ κατ' αὐτὸν γίνεται. Τοιοῦτοί εἰσι καὶ εἰ ἐροῦντες τῷ βασιλεῖ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Βλέπεις, ἀδελφὲ, ὅτι οὐδὲν ἔλεος ἔχει ὁ τοιοῦτος. Σὺ οὖν μνημόνευε τῶν λόγων ὧν ἀκούεις, καὶ κατόρθωσον τὴν ὁδόν σου. Βλέπε μὴ ἐάσῃς τὴν λήθην κατελθεῖν, καὶ ἁρπάσαι αὐτὸν ἐκ τῆς καρδίας σου· βλέπε μὴ ἐάσῃς τὰ πετεινὰ κατελθεῖν, καὶ καταφαγεῖν τὸ σπέρμα τοῦ Θεοῦ· αὐτὸς γὰρ εἶπεν, ὅτι τὸ σπέρμα ἐστὶν ὁ λόγος, ὃν ἠκούσατε. Κρύψον τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς· τουτέστι, κρύψον τὸν λόγον ἐν μέσῳ τῆς καρδίας σου, ὅπως καρποφορήσῃ τῷ Κυρίῳ ἐν φόβῳ. Ὅταν δὲ ἀναγινώσκῃς, ἐπιμελῶς καὶ ἐμπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει διερχόμενος τὸν στίχον, καὶ μὴ σπούδαζε τὰ φύλλα μόνον διέρχεσθαι, ἀλλὰ ἐὰν χρεία, μὴ ὀκνήσῃς δὶς καὶ τρὶς καὶ πλειστάκις διελθεῖν τὸν στίχον, ὅπως νοήσῃς τὴν δύναμιν αὐτοῦ. Ὅταν δὲ μέλλῃς καθεσθῆναι καὶ ἀναγνῶναι, ἢ καὶ πάλιν ἄλλου ἀναγινώσκοντος ἀκοῦσαι, δεήθητι πρῶτον τοῦ Θεοῦ λέγων· Κύριε Ἰησοῦ Χριστὲ, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με τὸν λόγον σου, καὶ συνιέναι, καὶ ποιῆσαι τὸ θέλημά σου, Κύριε, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ. Μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου, ἀλλ' Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου· ἐπὶ σοὶ γὰρ ἤλπισα, ὁ Θεός μου, ἵνα σύ μου φωτίσῃς τὴν καρδίαν. Ναὶ, ἀδελφέ μου, παρακαλῶ, οὕτω πάντοτε εὔχου τῷ Θεῷ, ὅπως φωτίσῃ σου τὸν νοῦν, καὶ δηλώσῃ σοι τὴν δύναμιν τῶν λόγων αὐτοῦ. Πολλοὶ γὰρ ἐπλανήθησαν θαῤῥήσαντες τῇ συνέσει αὐτῶν, καὶ Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, μὴ νοοῦντες τὰ γεγραμμένα, καὶ περιέπεσαν εἰς βλασφημίαν, καὶ ἀπώλοντο.

Ἐὰν οὖν ἐν τῷ ἀναγινώσκειν σε εὕρῃς λόγον δυσνόητον, βλέπε μή σε διδάξῃ ὁ Πονηρὸς λέγειν ἐν ἑαυτῷ, ὅτι Οὐχ οὕτως ἐστὶν, ὡς λέγει ὁ λόγος οὗτος· πῶς γὰρ δύναται οὕτως εἶναι; καὶ τὰ τοιαῦτα· ἀλλ', εἰ πιστεύεις τῷ Θεῷ, πίστευε καὶ τοῖς λόγοις αὐτοῦ, καὶ λέγε πρὸς τὸν Πονηρὸν, Πορεύου εἰς τὰ ὀπίσω μου, Σατανᾶ. Ἐγὼ γὰρ οἶδα, Τὰ λόγια τοῦ Θεοῦ, λόγια ἁγνά ἐστιν, 63.941 ἀργύριον πεπυρωμένον ἑπταπλασίως· καὶ οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες, ἀλλὰ πάντα τὰ ἀγαθὰ ἐνώπιον τοῖς συνιοῦσιν· ἐγὼ δὲ ἀσύνετός εἰμι, καὶ οὐ γινώσκω· οἶδα οὖν ὅτι πνευματικῶς γεγραμμένα εἰσί· λέγει γὰρ καὶ ὁ Ἀπόστολος, ὅτι Ὁ νόμος πνευματικός ἐστιν. Εἶθ' οὕτως ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ εἰπέ· Κύριε, πιστεύω τοῖς λόγοις σου· οὐκ ἀντιλέγω, ἀλλὰ θαῤῥῶ τοῖς λόγοις τοῦ ἁγίου Πνεύματος. Σὺ οὖν, Κύριε, σῶσόν με, ὅπως εὕρω χάριν ἐνώπιόν σου. Ἐγὼ γὰρ ἄλλο τι οὐ ζητῶ, εἰ μὴ μόνον τοῦ σωθῆναι, ὅπως τύχω τοῦ ἐλέους σου, εὔσπλαγχνε· ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν. Κτῆσαι δὲ καὶ ἡσυχίαν, ἀδελφὲ, ὥσπερ τεῖχος ὀχυρόν· ἡ γὰρ ἡσυχία ὑψηλότερόν σε ποιεῖ τῶν παθῶν· σὺ γὰρ ἄνωθεν πολεμεῖς, αὐτὰ δὲ κάτωθεν. Κτῆσαι οὖν τὴν ἐν φόβῳ Θεοῦ ἡσυχίαν, καὶ οὐ μή σε βλάψῃ πάντα τὰ βέλη τοῦ Ἐχθροῦ· ἡσυχία γὰρ φόβῳ Θεοῦ συνεζευγμένη ἅρμα πύρινόν ἐστι.

Καὶ πειθέτω σε Ἠλίας ὁ προφήτης ἀγαπήσας τὴν ἡσυχίαν, καὶ τὸν φόβον τοῦ Θεοῦ, ἀναληφθεὶς ὡς εἰς τὸν οὐρανόν. Ὦ ἡσυχία, προκοπὴ μοναζόντων· ὦ ἡσυχία, κλῖμαξ οὐράνιος· ὦ ἡσυχία, ὁδὸς βασιλείας οὐρανῶν· ὦ ἡσυχία, κατανύξεως μήτηρ· ὦ ἡσυχία, ἔσοπτρον ἁμαρτημάτων, ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ· ὦ ἡσυχία, ἡ δάκρυα μὴ ἐμποδίζουσα· ὦ ἡσυχία, πραότητος γεννήτρια· ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε· ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη, διανοίας