1

 2

 3

 4

 5

 6

 7

1

De patientia (sermo 1) Sp.

Περὶ ὑπομονῆς, καὶ τοῦ μὴ πικρῶς κλαίειν τοὺς τελευτῶντας.

60.723 Φέρε σήμερον μάλιστα τῶν προτέρων ἡμερῶν σπουδαιότερον ἐπὶ τὸν λόγον τῆς διδασκαλίας εἰσέλθωμεν· οἶδε γὰρ πολλάκις ὁ λόγος παραμυθήσασθαι τὸν πόνον· δύναται καὶ διδασκαλία σύμμετρος διαλῦσαι τὴν ἀθυμίαν. Καὶ γὰρ πολλοὺς τῶν χθὲς ὄντων μεθ' ὑμῶν νῦν οὐχ ὁρῶ ὄντας μεθ' ὑμῶν, ἀλλ' εἴτε πρὸς τὸν ∆εσπότην μετακληθέντας, ἢ καὶ ἐν κλίναις κατακειμένους, καὶ τούτους πάντας ἐκδεχομένους τὸν θάνατον.

∆ιὸ καὶ παρ' ὑμῶν τὸν θρῆνον ὁρῶ, πολὺν ἐν τῇ πόλει τὸν θόρυβον, πολλὴν ἐν τῇ Ἐκκλησίᾳ τὴν ταραχὴν, ἄμετρα τῶν πενθούντων τὰ δάκρυα, ἄτοπα τῶν πολλῶν τὰ ἤθη καὶ τὰ πράγματα. Καὶ γὰρ πολλάκις ὑμᾶς περὶ τούτου παρεκάλεσα καὶ ὑπέμνησα τοῦ πράγματος· λέγω δὴ τοῦ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ὑποφέρειν τῶν τέκνων καὶ τῶν ἰδίων καὶ συγγενῶν τὴν κοίμησιν, καὶ μὴ οὕτως ἀσχημονεῖν, μηδὲ ὡς ἀπολωλότας τοὺς πρὸς Θεὸν ἀπιόντας λογίζεσθαι· καὶ μάλιστα, ὅπου δ' ἂν νήπιοί τινες καὶ ἄφθοροι τὸν βίον κατέλιπον. ∆ιὸ μὴ ἐκείνους στενάξωμεν, ἀλλὰ μᾶλλον ἑαυτοὺς τοὺς ἐν ἁμαρτίαις ζῶντας θρηνήσωμεν. Εἰ γὰρ σήμερον μὴ νήψωμεν, πότε λοιπὸν ἐπιστρέψωμεν; εἰ μὴ ὁ θάνατος τοῦ ἀδελφοῦ σου σωφρονίσει σε, τίς λοιπὸν ἐπιστρέψει σε; εἰ μὴ νεκρὸν κείμενον βλέπων διορθώσῃ τὸν βίον, πότε λοιπὸν δυσωπήσεις τὸν Θεόν; Ἰδοὺ τοίνυν ὁρῶμεν, ἰδοὺ αὐτῇ τῇ πείρᾳ μανθάνομεν. ∆ιὸ φεισώμεθα, παρακαλῶ, μηδὲ εἰκῆ καὶ μάτην ταραττώμεθα, μηδὲ ὡς ἀθάνατοι φανταζώμεθα. Μία γὰρ ἡ ὁδὸς τοῦ θανάτου, καὶ οὐκ ἄλλη ὁδός· κοινὸν τὸ ποτήριον, καὶ πᾶσι διδόμενον· ἡ μόνη ὥρα, καὶ πονηρὰ ὥρα· ἡ μόνη γέφυρα, καὶ πάροδον οὐκ 60.724 ἔχουσα· τὸ πάντων χρέος, ἡ μόνη ἀπαρχὴ, καὶ πάντων τέλος· ἡ θεία μάχαιρα, καὶ ὄψιν μὴ λαμβάνουσα. Οὐ γὰρ βασιλέα φρίττει ὁ θάνατος, οὐκ ἀρχιερέα τιμᾷ, οὐ πολιὰν οἰκτείρει, οὐ κάλλος ἐλεεῖ, οὐ νεότητος φείδεται, οὐ μονογενῆ σπλαγχνίζεται, οὐ δάκρυσιν ἐπικάμπτεται, οὐκ ἄρχοντα τρέμει, οὐ τυράννους δέδοικεν, οὐ χρήμασιν ἐξαγοράζεται, οὐ λαμβάνει τινὸς πρόσωπον, οὐδὲ πάλιν ἀντιπρόσωπον, ἀλλὰ πᾶσιν ἴσος ἐπέρχεται ὁ θάνατος. Οἱ σήμερον μεθ' ἡμῶν, αὔριον ἐκεῖ πρὸ ἡμῶν· οἱ σήμερον φιλικῶς ἡμᾶς ἀσπαζόμενοι, αὔριον ἐλεεινῶς ὑφ' ἡμῶν προπεμπόμενοι· οἱ σήμερον ἐν τῷ βίῳ, αὔριον ἐν τῷ μνημείῳ· οἱ σήμερον ἐμφανεῖς ὄντες, αὔριον σκωληκιῶντες· οἱ σήμερον μυριζόμενοι, αὔριον ὀζόμενοι· οἱ σήμερον ὧδε τρυφῶντες, αὔριον ἐκεῖ πενθοῦντες· καὶ, ἁπλῶς εἰπεῖν, οἱ σήμερον παρασιτούμενοι, αὔριον ἐκεῖ καταδικαζόμενοι. Οὓς καὶ πολλάκις ἐπιζητοῦντες, καὶ τὴν ἐκείνων κοίμησιν ἀγνοοῦντες πρὸς ἀλλήλους λέγομεν· Ποῦ ὁ δεῖνα ὁ ἄρχων; καὶ ἀκούομεν· Παρῆλθε λοιπόν· καὶ, Ποῦ ὁ δυναστὴς ἐκεῖνος; ἀλλήλους ἐρωτῶμεν, καὶ μανθάνομεν· Ἀπέθανε· καὶ, Ποῦ ὁ ὑπερήφανος βασιλεύς; Ἐκεῖ, φησὶ, προέλαβε· καὶ, Ποῦ ὁ ἑταῖρος ὁ δεῖνα; Ἐκεῖ ἐπέρασεν. Ἐκεῖ, ποῦ;

Ὅπου ὁ ∆ικαστὴς τῶν δικαστῶν· ἐκεῖ, ὅπου ὁ φοβερὸς τῶν φοβερῶν ἰσχυρότερος· ἐκεῖ, ὅπου Βασιλεὺς αἰώνιος καὶ Κριτὴς ἀπαραίτητος. Ἐκεῖ; Ποῦ ἄρα, ἢ πῶς, ἢ ἐν ποίῳ τόπῳ, ἢ ἐν ποίῳ τρόπῳ οἱ παραλαβόντες τυγχάνουσιν; Οὐδεὶς εἰπεῖν ἐδυνήθη· ἀλλ' ἢ μόνον τοῦτο οἴδαμεν, ὅτι ἐκεῖ, ὅπου ὁ μόνος αἰώνιος καὶ μόνος ἀθάνατος, ὅπου ὁ μόνος ἀγαθὸς καὶ μόνος φιλάνθρωπος, ὁ ποιητὴς τῶν ψυχῶν καὶ τῶν σωμάτων. Εἰς ἐκεῖνο τὸ μέγα καὶ φοβερὸν δικαστή60.725 ριον, ὅπου οὐκ ἕνι γέλως, ἀλλὰ θρῆνος· ὅπου οὐκ ἔνι καλλωπισμὸς, ἀλλὰ σκοτισμός· ὅπου οὐκ ἔνι