1

 2

 3

 4

 5

 6

 7

2

περισπασμὸς, ἀλλ' ἐξετασμός· ὅπου οὐκ ἔνι λοιδορία, ἀλλὰ ἀπολογία· ὅπου οὐκ ἔνι πλουτῆσαι, ἀλλὰ φρῖξαι· ὅπου οὐκ ἔνι προσωποληψία. ἀλλὰ δικαιοκρισία· ὅπου πάντες γυμνοὶ παριστάμεθα, δοῦλοι καὶ ἐλεύθεροι, εὐγενεῖς καὶ ἄδοξοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες· οἱ μὲν αἰσχυνόμενοι, οἱ δὲ στεφανούμενοι. Ποῦ ἐκεῖ τῶν βασιλέων ἡ φαντασία; Ποῦ τῶν ἀρχόντων ἡ ὑπερηφανία; Ποῦ τῶν πλουτούντων ἡ ἀσπλαγχνία; ποῦ τῶν δικαζόντων ἡ προσωποληψία; ποῦ τὸ κάλλος τῆς νεότητος τὸ πολυφάνταστον; νεότης, ἡ ἀναίσθητος, ἡ μακρὰς ἐλπίδας ζωῆς ἔχουσα· νεότης, ἡ στασιώδης καρδία, ἡ πολυμέριμνος ἡδονή· νεότης, ἡ πολλὰ καὶ πολλάκις συμπίπτουσα, ἡ κακῶς τὴν σάρκα κολακεύουσα· νεότης, ἡ πρὸς ἀπάτην κολακευομένη, ἡ πηλὸς, ἡ ταλαίπωρος, ὁ χόρτος ὁ εὐμάραντος, ὁ στάχυς ὁ ἑτοιμόφθορος· νεότης, τὸ ἐνύπνιον τὸ εὐληθάργητον, ἡ σκιὰ ἡ ἀνυπόστατος· νεότης, ἡ ἄθεος κεῖρα, ἡ ἄπονος καρδία, ὁ ἀνατεταμένος ὀφθαλμὸς, ὁ λύχνος ὁ ἑτοιμόσβεστος· νεότης, ὁ βρασμὸς τῶν αἱμάτων καὶ συνήθεια τῶν σπιλωμάτων· νεότης, ὁ δυσήνιος ἵππος καὶ πρὸς πᾶσαν ἐξολόθρευσιν ἐπιτήδειος. Ὅμως ὁ ἐνταῦθα σοβαρὸς, ἐκεῖ ἐλεεινός· ὁ ἐνταῦθα μεθυσκόμενος, ἐκεῖ σταγόνος ὕδατος δεόμενος· ὁ ὧδε πρὸς λοιδορίαν ἕτοιμος, ἐκεῖ τὴν γλῶσσαν φλεγόμενος· ὁ ὧδε σηρικοῖς ἱματίοις ἀμφιεζόμενος, ἐκεῖ γυμνὸς παριστάμενος.

Μή μοι λέγε· ∆ός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον· οὐ γὰρ ὧδέ σε σκοπῶ, τίς εἶ, ἀλλ' ἐκεῖ σε προσδοκῶ, ποῦ εἶ. Μή μοι λέγε· Φιλάνθρωπος ὁ Θεὸς, κἂν ἁμαρτήσω, συμπάσχει μοι· ἀλλὰ κἀκεῖνο βλέπε, ὅτι ὧδε ἐλεεῖ, ἐκεῖ ἐτάζει· ὧδε παρορᾷ, ἐκεῖ ἐρευνᾷ· ὧδε ἐκδέχεται τὴν ἐπιστροφὴν, ἐκεῖ παραδίδωσι τῷ πυρί. Ποῦ σοφὸς ἐκεῖ, ἀδελφοί; ποῦ δυνάστης· ποῦ ἡ ταραχή; ποῦ τὰ ἄριστα τὰ πολυτελῆ; ποῦ τὰ δεῖπνα; ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες; ποῦ ἡ παρασιτία καὶ τὰ θέατρα, καὶ ταῦτα τῶν ἀδελφῶν ἡμῶν πεινώντων καὶ διψώντων, δυστυχούντων καὶ κακοπαθούντων, γυμνητευόντων, δακρυόντων, τὸν θάνατον ἐπιποθούντων, καὶ τοῦτον ἐξ ἀθυμίας ἐπιζητούντων; Βαβαί! τὸ ποτήριον τὸ πᾶσι φρικτὸν γίνεται τοῖς ἐν ἀνάγκῃ ἐπιθυμητὸν, καὶ ὁ βίος ὁ παρὰ πᾶσι ποθούμενος γέγονε παρ' ἐκείνοις μισούμενος, καὶ τὸ φῶς τοῦτο τὸ παρ' ἡμῖν ποθητὸν γέγονε παρ' ἐκείνοις βδελυκτόν! Εὐλογητὸς ὁ Θεὸς ὁ πάντα πρὸς τὸ συμφέρον ἐργαζόμενος. Οὐ πονηρὸς, ὦ ἀδελφοὶ, ἀλλὰ καὶ ὠφέλιμος ὁ θάνατος. Οὐκ ἐμὸς ὁ λόγος· Θάνατος ἀνδρὶ ἀνάπαυσις, ὁ θεῖος Ἰὼβ διηγόρευσεν· ὅτι ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, καὶ πέπαυται τῆς τοῦ βίου πλεονεξίας, καὶ ἔπαυσε τοῦ προσθεῖναι κακὸν τῷ κακῷ, καὶ ἐνέδωκε τοῦ ἐπαύξειν τὸ φορτίον αὐτοῦ, καὶ ἠρέμησε τοῦ μὴ παροργίζειν τὸν Θεὸν αὐτοῦ. Ἄκουε συνετῶς· θάνατος νηπίοις παράκλησις, θάνατος δούλοις ἄνεσις, κοπιώντων ἀνάψυξις, χρεωστούντων πλήρωσις· θάνατος μεριμνώντων λύσις, καταπονουμένων ἐπίσκεψις· θάνατος ἁμαρτίας ἐμπόδιον. Εἰ μὴ ὁ θάνατος προέκειτο, ἑαυτοὺς ἂν κατησθίομεν· εἰ μὴ κριτὴν ἐρχόμενον εἴχομεν, ζωῆς ἐλπίδα οὐκ ἂν εἴχομεν· εἰ μὴ κόλασιν ἐξεδεχόμεθα, οὐδαμῶς τῶν κακῶν ἐπαυόμεθα, οὐδὲ τὴν ἐκ παραβάσεως φθορὰν ἀπετιθέμεθα. Εἶδες ∆εσπότου φιλανθρωπίαν; Τὸ ἐκ παραβάσεως ἐπιτίμιον γέγονε σωτήριον.

Εἰ μὲν γὰρ δίκαιος ὁ θανὼν, χαῖρε, διότι θαῤῥῶν πρὸς τὸν ∆εσπότην ἐν ἀνέσει πορεύεται· εἰ δὲ καὶ ἁμαρτωλὸς, μὴ λυποῦ· ἐκέρδησε γὰρ ἑαυτῷ, ἃ προσθεῖναι ἔμελλε κακά. Εἰ μὲν οὖν ἡμεῖς ἐνταῦθα ἐμένομεν, δικαίως ἂν τοὺς τεθνεῶτας ἐκλαίομεν· εἰ δὲ πάντες πάντως ἐκεῖ πορευόμεθα, μὴ οὕτω τοὺς μικρὸν προλαβόντας ὀδυρώμεθα· μὴ τὰ, ἅπερ καλῶς ἐπὶ τοὺς τεθνεῶτας ἐπιτελοῦμεν, ταῦτα δι' ὧν κακῶς ἐπιτηδεύομεν, καταργῶμεν. Οὐχ ὁρᾷς τί ἐπὶ τοῖς προλαβοῦσι πράττομεν; Ψαλμοῖς καὶ ὕμνοις αὐτοὺς προπέμπομεν, διὰ τοῦτο τὴν πρὸς τὸν ∆εσπότην εὐχαριστίαν σημαίνοντες· καὶ καινοῖς ἱματίοις αὐτοὺς ἀμφιέζομεν, τὸ καινὸν ἔνδυμα τῆς ἀφθαρσίας ἡμῶν προμηνύοντες. Μύρον καὶ ἔλαιον ἐπιχέομεν, καὶ χρίσμα τοῦ