1

 2

 3

 4

 5

 6

 7

5

Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ λύων οὐδείς. Ἐξέλθωμεν ἐν τῷ μνήματι, ἕως ἐσμὲν ἐν τῷ σώματι· ἴδωμεν τὸ μάταιον ἡμῶν φρόνημα, ποῦ ἔχει τὸ οἴκημα· ἴδωμεν τί μετ' ὀλίγον γινόμεθα, καὶ μὴ πλανώμεθα· ἴδωμεν πῶς διαλυόμεθα, καὶ ἑαυτοὺς διορθωσώμεθα· ἴδωμεν εἰς τί καταλήγομεν, καὶ τοῦ τέλους φροντίσωμεν. Ὅσοι τὰ κάλλη κατασκοπεῖτε, ἐν τῷ τάφῳ ταῦτα πολυπραγμονεῖτε· ὅσοι εἰς ἀρχὰς καὶ ἐξουσίας ἐπαίρεσθε, ἐν ταῖς σοροῖς ἐμβλέψατε, καὶ τὸν Θεὸν φοβήθητε· ὅσοι λύπας καὶ μνησικακίας πρὸς ἀλλήλους συνάγετε, καὶ οὐ διαλύεσθε, δεῦτε, ἴδετε πῶς διαλύεσθε. Ἔγκυψον ἐπιμελῶς τῇ σορῷ· ἴδε κειμένους ἐκεῖ τούς ποτε βασιλεῖς, ἴδε τούς ποτε ἄρχοντας ἐν τοῖς λειψάνοις, ἴδε τὴν φοβερὰν θεωρίαν τῶν λειψάνων, καὶ εἰπέ· Ποῖος ἐκεῖ ὁ βασιλεὺς, καὶ ποῖος ὁ ἄρχων; ποῖος ὁ στρατιώτης, καὶ ποῖος ὁ στρατιάρχης; ποῖος ὁ πλούσιος, καὶ ποῖος ὁ πένης; ποῖος ὁ νεώτερος, καὶ ποῖος ὁ γέρων; ποῖος ὁ εὐειδὴς, καὶ ποῖος ὁ Αἰθίοψ; Μὴ ἔχεις εἰπεῖν, ὅτι οὐ πάντα κόνις; οὐ πάντα τέφρα; οὐ πάντα δυσωδία; Οὐ πάντα τά ποτε φιλητὰ, νῦν ὁρῶνται βδελυκτά; Ὢ τῆς ἀφροσύνης! Τί τοῦτο τὸ μέγα περὶ ἐμὲ μυστήριον; Ὁ χθές μοι ποθητὸς, νῦν πρόκειταί μοι βδελυκτός· τὸ χθές μοι μέλος, νῦν ὡς ἀλλότριον βλέπω· ὃν πρὸ μικροῦ ἐνηγκαλιζόμην, νῦν οὐδὲ προσψαῦσαι βούλομαι· τοῖς δάκρυσι βρέχω ὡς ἐμὸν, καὶ τὸν ἰχῶρα φεύγω ὡς οὐκ ἐμόν. Προσελθεῖν τῷ ὀδωδότι ὑπὸ 60.728 τῶν σπλάγχνων βιάζομαι, ἀλλ' ὑπὸ τῆς φθορᾶς καὶ τῶν σκωλήκων τούτου ἐμποδίζομαι.

Τὴν πρὸ μικροῦ εἰκόνα τοῦ κειμένου ἐννοῶ, ἀλλ' οὐδαμοῦ ταύτην ἐν αὐτῷ καθορῶ. Ποῦ τὸ κάλλος τοῦ προσώπου; Ἰδοὺ μεμελάνωται. Ποῦ οἱ διανεύοντες ὀφθαλμοὶ καὶ εὐειδεῖς; Ἰδοὺ ἐτάκησαν. Ποῦ τῶν τριχῶν ἡ εὐπρέπεια; Ἰδοὺ ἀπέπεσε. Ποῦ ὁ ἀνατεταμένος τράχηλος; Ἰδοὺ συντέτριπται. Ποῦ ἡ γλῶσσα ἡ γοργή; Ἰδοὺ ἡσύχασε. Ποῦ τῶν χειρῶν ὁ καλλωπισμός; Ἰδοὺ λέλυται. Ποῦ τὸ μέγεθος τῆς ἡλικίας; Ἰδοὺ ἐξέῤῥευσε. Ποῦ τῶν ἱματίων ἡ πολυτέλεια; Ἰδοὺ σέσηπται. Ποῦ τὰ μύρα καὶ τὰ ἀρώματα; Ἰδοὺ ἐξώζεσαν. Ποῦ ἡ τῆς νεότητος ἀφροσύνη; Ἰδοὺ παρῆλθε. Καὶ ἁπλῶς ποῦ ὁ πολυφάνταστος ἄνθρωπος;

Ἰδοὺ πάλιν ὁ χοῦς, χοῦς γέγονεν. Ὅμως μὴ μέχρι τοῦ μνήματος τὸν λογισμὸν στήσῃς, ἀλλ' ἐκεῖθεν μετάβηθι ἐπὶ τὴν ἀνάστασιν· καὶ ἐννόησον ἅμα καὶ πίστευσον, ὅτι ὁ παρὼν κείμενος. πάλιν ἔσται ἀνιστάμενος, καὶ ἡ γλῶσσα ἡ νῦν σιγῶσα, πάλιν λαλήσει τότε, ὅταν καμφθῇ τῷ Θεῷ πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται. Καὶ καθά φησιν ὁ ∆ανιὴλ, Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισεν. Ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Πολὺς ὡς ἀληθῶς ὁ φόβος ἐκεῖ, πολὺς ὁ τρόμος, ἀδιήγητος ἡ ἀνάγκη, ἀκατάπαυστον δάκρυον, ἀσίγητοι στεναγμοί.

Ὅτε ἥξει ἐξαίφνης ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, τότε ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα σκορπίζονται, αἱ δυνάμεις τῶν ἀγγέλων προτρέχουσι, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀνίστανται, αἱ πηγαὶ ξηραίνονται, αἱ ἄβυσσοι σαλεύονται, ἡ γῆ πᾶσα κλονίζεται. Ποταποὺς δεῖ εἶναι ἡμᾶς τότε; ποταποὺς ἄρα, διδόντας λόγον ὑπὲρ πράξεων, ὑπὲρ ἐννοιῶν, ὑπὲρ λόγου ἀργοῦ, ὑπὲρ τῶν ἐν νυκτὶ, ὑπὲρ τῶν ἐν ἡμέρᾳ, ὑπὲρ τῶν ἑκουσίων καὶ ἀκουσίων; Τοῦτο μεριμνᾷν ἀναγκαῖον, τοῦτο νυκτὸς καὶ ἡμέρας σκοπεῖν καλόν. Τί τὸ εὔλογον εἴπωμεν τότε; τί ἀπολογησώμεθα, εἰπέ μοι, ὦ ἄνθρωπε; Ἰδοὺ τρυφᾷς πεντήκοντα ἔτη ἢ ἑκατὸν, καὶ πλουτεῖς, καὶ τεκνοποιεῖς, καὶ προικίζεις καὶ ἐγγαμίζεις υἱοὺς καὶ θυγατέρας, καὶ ἄρχεις καὶ βασιλεύεις ἐθνῶν καὶ λαῶν· καὶ μετὰ ταῦτα θάνατος, καὶ μετὰ θάνατον κρίσις τέλος οὐκ ἔχουσα οὐδὲ μετάνοιαν. Οὐκ ἔστι γὰρ, φησὶν, ἐν τῷ