1

 2

 3

 4

 5

 6

 7

7

εὐξώμεθα, τῆς αὐτῆς μερίδος τῶν ἐν ἀρετῇ τῆς ἡλικίας χρόνον τὸν βίον χωριζομένων ἔσεσθαι· καὶ μὴ ἐκεῖ ἀπελθόντας ἡμᾶς τοὺς μὲν ἑαυτῶν παῖδας ἐν ἀνέσει ὄψεσθαι, ἡμᾶς δὲ ἐν ἀφορήτῳ κολάσει ἔσεσθαι.

Ὅσοι γὰρ πρὸ ῥύπου καὶ φθορᾶς τῆς δυσχεροῦς ταύτης καὶ πολυστενάκτου σαρκὸς ἐχωρίσθησαν νήπιοι, φωνὰς ἀποφθέγγονται τοιαύτας, πρὸς τοὺς τεκόντας, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ τοῖς πράγμασι· Μὴ δὴ ἐφ' ἡμῖν δακρύετε, πατέρες, μηδὲν ὠφελοῦντες· ὑμεῖς γὰρ ἐβουλεύεσθε σὺν ὑμῖν ἔχειν ἡμᾶς ἐν τῷ ματαίῳ βίῳ, ἔνθα πάντα ἀτερπῆ καὶ ἐπώδυνα, ἔνθα πάντα ἄπιστα καὶ ἀσύστατα, ἔνθα οὐδὲν μόνιμον οὐδὲ βέβαιον· ἀλλ' ὁ ∆εσπότης ἡμῶν καὶ Θεὸς ἀγαπήσας ἡμᾶς, ὡς ἐκ στόματος λέοντος, οὕτως ἐκ τοῦ ματαίου βίου ἥρπασεν ἡμᾶς· ὡς ἐξ ἀκανθῶν ῥόδα, οὕτω τῶν ἁμαρτιῶν τοῦ 60.730 αἰῶνος τούτου χωρίσας ἡμᾶς· ὡς ἀρνία φίλτατα, οὕτως ὁ ποιμὴν ὁ καλὸς ἀφώρισεν ἡμᾶς ἐξ ὑμῶν, ὡς ἐκ σκότους εἰς φῶς. Καὶ ἐν τῇ χώρᾳ τῶν ζώντων διάγομεν, ἔνθα πάντα ἤρεμα καὶ ἀστασίαστα, ἔνθα πάντα φωτεινὰ καὶ θεάρεστα, ὅπου οὐδεὶς ἀδικῶν οὐδὲ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία οὐδὲ μελάνωσις, ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἀνεκλάλητος, ἔνθα οὐκ ἔνι πόνος οὐδὲ δάκρυα, ἔνθα οὐκ ἔνι φροντὶς οὐδὲ μέριμνα, οὐ στεναγμὸς οὐδὲ ὀδυρμὸς, ἀλλ' ἢ μόνος Θεὸς αἰνούμενος καὶ δοξαζόμενος.

Ἡμᾶς οἱ ἅγιοι ἄγγελοι εἰρηνικῶς. διεχώρισαν ἀπὸ τοῦ σώματος· ἡμεῖς ἀσιάντως τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ ἀέρος παρήλθομεν· ἀγαθοὺς γὰρ ὁδηγοὺς ἔσχομεν. Οὐ γὰρ εὗρον ἐν ἡμῖν ἅπερ ἐζήτουν, οὐδὲν εἶδον ἐν ἡμῖν ὧνπερ ἤλπιζον. Εἶδον τὸ σῶμα ἄσπιλον, καὶ ᾐσχύνθησαν· εἶδον τὴν ψυχὴν ἄκακον καὶ καθαρὰν, καὶ ἐνετράπησαν· εἶδον τὴν γλῶτταν ἄσπιλον καὶ καθαρὰν καὶ ἄμωμον, καὶ ἐφιμώθησαν· παρήλθομεν, καὶ εὐτελίσαμεν αὐτούς· διέβημεν δι' αὐτῶν, καὶ κατεψάλλομεν αὐτῶν· Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ὅθεν καὶ οἱ ὑπαντῶντες ἡμᾶς ἔχαιρον ἄγγελοι, δίκαιοι ἠσπάζοντο, ὅσιοι ἐτέρποντο λέγοντες· Καλῶς ἦλθον τὰ ἀρνία τοῦ Χριστοῦ. Ἠνοίχθη ἡμῖν τοῦ παραδείσου ἡ τρυφὴ, ἐδείχθη ἡμῖν ὁ κόλπος τοῦ Ἀβραάμ· δεξιῶς γὰρ ἡμᾶς ὁ ∆εσπότης ἐδέξατο· ἱλαρὰν φωνὴν πρὸς ἡμᾶς ἀπεφθέγξατο· ἱλαρῷ ὄμματι ἡμᾶς ἐθεάσατο· διὸ καὶ ἐν τῇ βίβλῳ τῆς ζωῆς ἡμᾶς ἀπεγράψατο. Πρὸς γὰρ Κριτὴν φιλάνθρωπον εἴπομεν· ∆ικαιοκρίτα Κύριε, ἐστέρησας ἡμᾶς τῶν ἐπιγείων, μὴ στερήσῃς ἡμᾶς τῶν ἐπουρανίων· ἐχώρισας ἡμᾶς γονέων, μὴ χωρίσῃς ἡμᾶς τῶν ἁγίων· σώαν σου τὴν σφραγῖδα ἔχομεν τοῦ βαπτίσματος, ἄσπιλον τὸ σῶμά σοι προσηνέγκαμεν διὰ πολλὴν νηπιότητα. Μὴ οὖν φθονήσητε ἡμῖν ὡς πρὸ καιροῦ τὴν σωτηρίαν ἡμῶν ἄμωμον, μηδὲ δακρύετε, ὅτι ἐκ τοῦ χείρονος εἰς τὸ κρεῖττον μετηνέχθημεν, εἴπερ ἀντὶ φθαρτῶν ἐλάβομεν τὰ ἄφθαρτα. Ἡμεῖς μετὰ ἀγγέλων ὑμνοῦμεν, μετὰ τῶν ἁγίων χορεύομεν· ἀλλὰ καὶ ὑπὲρ ὑμῶν τῶν ἐν ἁμαρτίαις ὄντων πρεσβεύομεν· ἡμεῖς μετὰ τῶν ὑπὸ Ἡρώδου διὰ Χριστὸν ἀναιρεθέντων νηπίων συνηριθμήθημεν· ἡμεῖς μετὰ τῶν τοῦ Ἰὼβ υἱῶν ἀγαλλιώμεθα. ∆ιὸ ὑπὲρ ἡμῶν μὴ μεριμνᾶτε, ἀλλὰ μᾶλλον ἑαυτοὺς θρηνεῖτε· καὶ γὰρ τῆς ἑαυτῶν τελευτῆς τὴν ἀπολογίαν σκοπεῖτε· καὶ ὡς γινώσκοντες καὶ βεβαίως πιστεύοντες, ὅτι πρὸς τὸ συμφέρον ἡμῖν ὁ ∆εσπότης ἡμῶν ἐξελέξατο, καὶ ἐν τῇ μερίδι τῶν σωζομένων κατέταξεν ἡμᾶς, ὁπηνίκα ἂν νέοι παῖδες καὶ ἄφθοροι ἐξ ὑμῶν ἐνταῦθα παραγίνωνται πρὸς ἡμᾶς, χαίρετε καὶ εὐφραίνεσθε, καὶ μετὰ τοῦ δικαίου Ἰὼβ ψάλλετε· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.