1

 2

 3

 4

 5

 6

3

πεδιάδας, τὰς νύκτας, τὰς ἡμέρας. Καὶ ὅρα μοι τὸ θαυμαστόν· τῇ τάξει ὕμνουν καὶ ἐδόξαζον τὸν Θεόν. Ἀνάγνωθί μοι τὴν κοσμοποιίαν, εὑρήσεις ἐν αὐτῇ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶτα τῇ ἑξῆς ἐπάγει τὴν κτίσιν. Οὕτω καὶ οἱ παῖδες νόμον ἐπιστάμενοι καὶ Θεὸν γινώσκοντες οὕτως ἔλεγον· Εὐλογεῖτε, οὐρανοὶ, τὸν Κύριον, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν Κύριον, ἥλιος καὶ σελήνη, τὸν Κύριον. Καὶ ὅρα μοι τὸ θαυμαστὸν ὕστερον πάντων· Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Ὥσπερ γὰρ ἐν τῇ κοσμοποιίᾳ ὁ νομοθέτης ἱστοριογραφῶν ἔλεγε μετὰ τὸ τὴν κτίσιν τελεσιουργηθῆναι, Ποιήσωμεν ἄνθρωπον κατ' ἰδίαν εἰκόνα καὶ καθ' ὁμοιότητα ἡμετέραν· οὕτω καὶ οὗτοι τελευταῖον πάντων ποιησάμενοι τῆς ὑμνολογίας τὴν ἀναπλήρωσιν, λέγουσιν ἑξῆς, Εὐλογεῖτε· Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον.

Εἶδες ὑπομονὴν δικαίων; εἶδες στέφανον πλεκόμενον; εἶδες ἀνδρείων ἰσχὺν τῶν νέων; εἶδες ζῆλον πυρὸς σφοδρότερον; εἶδες στόμα ὁμοδίαιτον τῶν ἀγγέλων; εἶδες γλῶτταν συλλειτουργὸν τῶν ἀγγέλων; εἶδες ὑπομονὴν ἀθλητῶν; Οὐκ ἐδειλίασαν πρὸς θάνατον, οὐκ ἠλλοιώθη αὐτῶν τὸ πρόσωπον διὰ τῆς μελλούσης ἔσεσθαι αὐτοῖς τιμωρίας, ἀλλὰ φαιδροὶ καὶ γεγανωμένοι τῷ ἄνθει ἔλεγον· Ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Εἶδες πῶς πανταχοῦ ἡ ὑπομονὴ πρόξενος γίνεται τῆς βασιλείας τῶν οὐρανῶν; Ἴδε μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον ∆ανιὴλ τὸν εἰς λάκκον λεόντων βληθέντα, καὶ τοὺς λέοντας διδάξαντα νηστεύειν. Οὐ γὰρ ἐτόλμων οἱ θῆρες τῶν προφητικῶν ἀπογεύεσθαι κρεῶν, διὰ τὸ ὑπομονῇ αὐτὸν ἐκτραφῆναι. Οὗτος οὖν ὁ μακάριος ∆ανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων εἰσελθὼν οὐκ ἐδειλίασεν, ἀλλὰ προσηύξατο τῷ Θεῷ· τῇ ὑπομονῇ καὶ αὐτὸς τὴν θηριωδίαν εἰς ἡμερότητα μετέβαλε, καὶ ἡ φύσις τῆς ἀγριότητος εἰς ἡμερότητα προβάτου μετεβάλλετο, καὶ ἦν ἑστηκὼς ∆ανιὴλ ὡς ποιμὴν μετὰ ἀρνῶν. Εἶδες φύσιν μεταβαλλομένην; Καὶ ὁ τύραννος κατῃσχύνετο, καὶ ἦν ἰδεῖν ξένον καὶ παράδοξον πρᾶγμα· οἱ λέοντες ἡμερώτεροι τοῦ βασιλέως ἐγίνοντο.

Ἐκεῖνοι μὲν γὰρ παραδεξάμενοι τὴν τροφὴν, καὶ τοσούτῳ λιμῷ περιπεσόντες, οὐκ ἐτόλμησαν προφητικῶν κρεῶν ἀπογεύεσθαι, καὶ τῆς τραπέζης αὐτοῖς παρακειμένης, καὶ τοῦ ὀψωνίου, ἠρνήσαντο αὐτῶν τὴν φύσιν διὰ τὴν ὑπομονὴν τοῦ προφήτου, καὶ οὐδὲν αὐτὸν ἠδίκησεν ἡ τῶν θηρίων ἔφοδος, διὰ τὸ ἐλπίζειν αὐτὸν ἐπὶ Κύριον· οἶδε γὰρ καὶ ἡ φύσις τῶν ἀγρίων αἰδεῖσθαι τὴν εἰκόνα τοῦ Θεοῦ. ∆ιὰ τοῦτο σαφῶς ἐπιστάμενος ∆αυῒδ, ὅτι ὁ ἐλπίζων ἐπὶ Κύριον, οὐδὲν αὐτῷ φρικτὸν ἐπ' ὄψεσι, λέγει· Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα· καὶ πάλιν ὁ Κύριος· Ἰδοὺ, δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ· καὶ πάλιν ὁ ∆αυῒδ, Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ. Ἴδε μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον Ἠλίαν, τῷ λόγῳ τὸν οὐρανὸν κλείσαντα ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, πῶς καὶ οὗτος τῇ ὑπομονῇ ἔμεινεν, ἄρτον μὴ φαγὼν, μηδὲ ὕδατος ἐμφορηθείς· ἀλλὰ περιεπάτει τὴν ἔρημον καὶ τὰς νάπας περιερχόμενος διὰ τὸν φόβον τῆς Ἰεζάβελ, καὶ ὁ τοσοῦτος ἀνὴρ τῇ ὑπομονῇ διὰ κόρακος ἐτρέφετο. Παρὰ τὸν ποταμὸν τὸν Χοραζεὶν ἐκάθητο τῇ ὑπομονῇ προσκαρτερῶν, καὶ ὑπὸ κόρακος τρεφόμενος· καίτοι ὁ κόραξ νομικὸν ἀκάθαρτον. Παρέστω ὁ Ἰουδαῖος. Πῶς ὁ προφήτης σου ὑπὸ ἀκαθάρτου ἐτρέφετο; πῶς τοῦτο, εἰπέ μοι; Ὁ μὲν Μωϋσῆς ἀκάθαρτον ἔλεγεν εἶναι τὸν κόρακα· ὁ δὲ προφήτης σου ὑπὸ ἀκαθάρτου τὴν τροφὴν ἐδέχετο. Οὐχ ὑπῆρχε γὰρ ἕτερον πετεινόν; οὐκ ἦν ἐν τῇ χώρᾳ οὐ τρυγὼν, οὐ περιστερὰ, διότι ὑπὸ κόρακος ἐτρέφετο; 60.733 Ἑρμήνευσόν μοι, ὦ Ἰουδαῖε, τὴν τοῦ πετεινοῦ ζήτησιν. Οὐ Μωϋσῆς ἐνομοθέτει περὶ τοῦ κόρακος, καὶ ἐν τοῖς ἀκαθάρτοις αὐτὸν τέθεικε; πῶς οὖν ὁ προφήτης, ὃν προσδοκᾷς ἔρχεσθαι, ὁ ἐπιβεβηκὼς ἐπὶ ἅρματος πυρίνου, καὶ τὸν