1

 2

 3

 4

 5

 6

4

οὐρανὸν κλείσας ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, πῶς οὗτος ὁ δι' εὐχῆς ἐγείρας νεκροὺς, ὑπὸ κόρακος ἐτρέφετο; οὐκ ἠδύνατο γὰρ ὁ τὸν οὐρανὸν κλείσας ἄρτους ἑαυτῷ κατενεγκεῖν; Ἀλλ' ἵνα σοι δείξῃ, ὅτι ἡ Παλαιὰ τὰ τοῦ νόμου ἀνέτρεπε. Καὶ οὗτος διὰ μακροθυμίας καὶ ὑπομονῆς ἀθλήσας διῆγε, καὶ ἅπαντας τοὺς ἁγίους εὕρομεν δι' ὑπομονῆς ἀθλήσαντας. Θέασαι δέ μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον ∆αυῒδ τὸν ἔσχατον τῶν ἀνθρώπων γενόμενον καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὕστερον δὲ βασιλεύσαντα τῶν ἀδελφῶν αὐτοῦ· καὶ τὸν τηλικοῦτον πολέμιον λίθῳ κατέβαλε, καὶ τὴν φάλαγγα αὐτοῦ καταστρέψας, καὶ τὴν δύναμιν αὐτοῦ ὡς ἀράχνην διασπάσας· καὶ τούτου τοῦ οὕτως ἀθλήσαντος, οὕτως ἐπολεμεῖτο ὑπὸ τοῦ Σαούλ. Καίτοι εὐεργετῶν ἦν αὐτὸν ∆αυῒδ, καὶ ψάλλοντος αὐτοῦ τὸ δαιμόνιον ἐδραπέτευε, καὶ πολλάκις εὑρόντος αὐτὸν τοῦ ∆αυῒδ εἰς σφαγὴν ἕτοιμον, ἀλλ' ὅμως πάλιν τῇ ἀνεξικακίᾳ ὑπερορᾷ· καὶ πολλάκις αὐτῷ ἐπελθόντος τοῦ Σαοὺλ ὥστε αὐτὸν θανατῶσαι, πάλιν ∆αυῒδ πρὸς τὸν Θεὸν τὸ πᾶν ἐδίδου.

Ὅρα δέ μοι καὶ τὸν μακάριον Ἰωσὴφ, τὸν τῆς σωφροσύνης ἀγωνιστὴν, πῶς καὶ οὗτος τῇ ὑπομονῇ ἐφιλοσόφησε· πρῶτον μὲν γὰρ ἐπιβουλευόμενος ὑπὸ τῶν ἀδελφῶν διὰ τὰ ὀνείρατα. Καὶ ὅρα βασκανίαν ἀδελφῶν.

Εἰ μὲν ἀληθῆ τὰ ἐνύπνια, τίς μηχανὴ πῶς οὐχὶ πάντως ἐκβῆναι τὰ προοραθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνειράτων ὄψεις, τί βασκαίνετε τῷ σφαλλομένῳ; Καὶ ὅρα τὸ θαυμαστὸν, ἀγαπητέ· Εἶδεν ἑαυτὸν ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἕνδεκα ἀστέρων προσκυνούμενον. Ἤκουσαν τοῦτο οἱ τούτου ἀδελφοὶ, μᾶλλον δὲ οἱ τοῦ διαβόλου μαθηταὶ, οἱ παρὰ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου διδαχθέντες φθόνον καὶ φόνον, τὰς ἀδελφὰς αὐτῶν ἀνομίας, ἃς καὶ Παῦλος συνέζευξεν, εἰπών· Μεστοὺς φθόνου, φόνου. Ἤκουσαν τὴν μέλλουσαν διαδέχεσθαι αὐτῶν βασιλείαν, καὶ ἐνύττοντο τοῦ θανατῶσαι αὐτόν.

Ὁ δὲ μακάριος Ἰωσὴφ τὴν ἄθλησιν ὑπέμεινε, καὶ ἀπελθόντων βόσκειν τῶν ἀδελφῶν αὐτοῦ πρόβατα εἰς Συχὲμ, εἶπεν ὁ πατὴρ αὐτοῦ· Οὐκ ἰδοὺ οἱ ἀδελφοί σου βόσκουσιν εἰς Συχέμ; ∆εῦρο ἀποστείλω σε, καὶ βλέπε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. Πορευομένου δὲ αὐτοῦ, εἶδον αὐτὸν μακρόθεν ἐρχόμενον, καὶ εἶπον πρὸς ἀλλήλους· Ἴδε ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ ἴδωμεν τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Εἶδες συμβουλίαν ἀδελφοκτονίαν βουλομένων ἐργάσασθαι; Πάλιν ὁ διάβολος τούτοις σύμβουλος ἐγένετο, κἀκεῖνοι τὰ μαθήματα ὀξύτερον ἐμάνθανον. Ἦλθεν ὁ ἀδελφὸς πρὸς αὐτοὺς, καὶ ἀπέκδυσαν αὐτοῦ τὸν χιτῶνα· ἀλλ' οὐκ ἐγένετο γυμνὸς τῆς ὑπομονῆς. Εἰ γὰρ καὶ τὸ κάλυμμα τῆς σαρκὸς ἀπέθετο, ἀλλὰ τὴν σωφροσύνην αὐτοῦ καὶ τὴν ἐλπίδα τὴν εἰς τὸν Θεὸν οὐκ ἀπέθετο, ἣ καὶ ἀνέφερεν αὐτοῦ τὴν δίκην. Ἔσφαξαν ἔριφον, ἔπλησαν τὸν τούτου χιτῶνα αἵματος, καὶ προσήνεγκαν τῷ πατρὶ λέγοντες· Ἐπίγνωθι τίνος ὁ χιτὼν οὗτος Ἐπέγνω ὁ πατὴρ τὸν τοῦ υἱοῦ ποικίλον χιτῶνα, ἤρξατο πενθεῖν καὶ ὀδύρεσθαι, καὶ θρηνῶν ἔλεγε· Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ. Θῆρες γὰρ ἀληθῶς καὶ πονηροὶ οἱ τοῦτο ποιήσαντες, μᾶλλον δὲ καὶ τῶν θηρίων ἀγριώτεροι, ἅτε τὸν ἴδιον ἀδελφὸν θανατῶσαι συμβουλευσάμενοι καὶ ἀδελφοκτονίαν βουλόμενοι ἐργάσασθαι. Ἀλλ' ὅμως ὁ μακάριος Ἰωσὴφ ἠγωνίζετο τῇ ὑπομονῇ· ἐβλήθη ἐν τῷ λάκκῳ, καὶ τοῦτο ὑπέμεινεν. Εἴπατε δέ μοι, ὦ μιαροὶ, διὰ τί τοσαύτην ἀπανθρωπίαν ἐβάλεσθε εἰς τὸν ἴδιον ἀδελφόν; οὐκ ἤρκεσεν ὑμῖν ἡ τοῦ χιτῶνος ἀπόδυσις, ἀλλὰ καὶ αὐτὸν ἐῤῥίψατε ἐν τῷ λάκκῳ; οὐκ ἐλογίζεσθε, ὅτι ὁ Θεὸς ἐν οὐρανῷ ὁρᾷ τὰ πάντα; οὐκ ἔφριξεν ὑμῶν τὸ σῶμα; οὐκ ἐδειλίασεν ὑμῶν ἡ καρδία τοῦτο πρᾶξαι τολμήσασα; οὐκ οἴδατε, ὅτι ἡ πρώτη ἐντολὴ τοῦ νόμου, Οὐ φονεύσεις, καὶ τοῦτο ἐν πρώτοις ἐσπουδάσατε ποιῆσαι μάλιστα εἰς ἀδελφόν; Εἶτα συμβούλιον ποιησάμενοι ἐπειρῶντο τοῦτον εἰς δουλείαν πωλῆσαι.