1

 2

 3

 4

 5

 6

5

Κατῆλθον οἱ Ἰσμαηλῖται εἰς Αἴγυπτον· εἶδον αὐτοὺς, καὶ ἀνήνεγκαν αὐτὸν ἐκ τοῦ λάκκου, καὶ πωλοῦσι τὸν ἑαυτῶν βασιλέα, ὡς μηδέποτε δούλου βασιλεύσοντος. Κατῆλθον εἰς Αἴγυπτον. Καὶ ὅρα πῶς πειρασμὸς πειρασμὸν δι 60.734 εδέχετο. Προσετέθη αὐτῷ Αἰγυπτία· βλαβερῷ τῷ λόγῳ τὸν δίκαιον ἐπειρᾶτο συλᾷν λέγουσα. Κοιμήθητι μετ' ἐμοῦ, καὶ τιμὰς καὶ δῶρά σοι παράσχωμαι· οἱ δὲ ἐμοὶ οἰκέται ὑπὸ τὰς σὰς χεῖρας ἔστωσαν· χρήμασί σε ποικίλοις ἐμπλήσω, ὅλον δέ μου τὸν οἶκον ὑπὸ τὰς σὰς χεῖρας παραθήσομαι, κἀγὼ δέ σου θεράπαινα γένωμαι· μόνον πείσθητί μοι, Ἰωσὴφ, συγκατάβηθι τῷ τραύματι τῷ ἡμετέρῳ, σβέσον τὴν ἔνδον ἐκκαιομένην φλόγα, δρόσισόν μου τὴν καρδίαν τὴν ἀθυμοῦσαν τῷ πάθει, συγκατάβηθι τῇ ἐμῇ δυστήνῳ ψυχῇ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὦ γύναι, δοῦλος μὲν γέγονα οὐδεπώποτε· διὰ δὲ φθόνον καὶ βασκανίαν εἰς δουλείαν κατῆλθον ἐνθάδε.

Οὐ μιάνῃς μου τὴν σωφροσύνην, οὐ συλᾷς μου τὴν εὐγένειαν· οὐ προδιδῶ μου τὸ φρόνημα, οὐ ῥίπτω ἐμαυτὸν εἰς τὸ στόμα τοῦ θανάτου, οὐκ ἀπόλλυμι τὴν τῶν συγγενῶν μου ἀξίαν. Ἔγγονός εἰμι τοῦ Ἀβραὰμ τοῦ τῷ Θεῷ διαλεγομένου μετὰ παῤῥησίας, ᾧ διαλεγόμενος Θεὸς εἶπεν· Ἡ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Πάππος μου τυγχάνει Ἰσαὰκ, ἐκεῖνος ὁ ἐπὶ θυσίαν ἑαυτὸν ἀνενεγκὼν προθύμως· πατήρ μού ἐστιν Ἰακὼβ ὁ μετὰ ἀγγέλου παλαίσας, ἐκεῖνος ὁ θεασάμενος τὴν οὐράνιον κλίμακα καὶ ἀπὸ τῆς γῆς ἐστηριγμένην ἕως τοῦ οὐρανοῦ, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. Τούτου εἰμὶ υἱός· οὐκ εἰμὶ δραπέτης οὐδὲ ἀμείλικτος· οὐ καταγνωσθεὶς ἐνθάδε ἐπράθην, ἀλλὰ διὰ φθόνου καὶ βασκανίας ἐνθάδε εἰμί. Ὡς δὲ τοῖς τοιούτοις λόγοις οὐκ ἠδυνήθη σκελίσαι τοῦτον πρὸς μοιχείαν, οὐδὲ χαυνῶσαι αὐτοῦ τὴν σωφροσύνην τῇ πολυλογίᾳ, κατέσχεν αὐτὸν τοῦ ἱματίου· ὁ δὲ ἀποδυσάμενος τὰ ἱμάτια αὐτοῦ ἐξῄει γυμνός. Εἶδες ὑπομονήν; Ἐξῆλθεν ὁ σώφρων ἀθλητὴς λέγων, ὅτι ∆ιὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ σωφροσύνης ἀποδυόμεθα· διὰ παρακοὴν ἐδεξάμεθα τὸ κάλυμμα, διὰ ἐντολὴν Θεοῦ τὴν λέγουσαν, Οὐ μοιχεύσεις, τοῦτο ἀποτιθέμεθα. Καὶ ἐξῄει γυμνὸς, μᾶλλον δὲ ἐνδεδυμένος τὸν Χριστόν. Ἤφριζε λοιπὸν ἡ θάλασσα, ἐμαίνετο τὰς τρικυμίας ἐγεῖραι βουλομένη, τὸ σκάφος αὔτανδρον καταποντίσαι, καὶ οὐκ ἴσχυσεν, ἀλλὰ ἐν τοσαύτῃ ζάλῃ ὡς ἐν γαλήνῃ ἔπλεε. Πόσα ἐκίνησε, καὶ τοῦτον οὐκ ἔβλαψε! Τὸ σκάφος ἔτρεσε, καὶ τὸν φόρτον οὐκ ἐδέξατο. Πόσα ἐνώχλησε, καὶ τὸν θησαυρὸν οὐκ ἐσύλησε! Λοιπὸν περιβλεψαμένη, καὶ μηδαμόθεν εὑροῦσα τὴν ἑαυτῆς ἐπιθυμίαν, ἄρχεται λοιπὸν συκοφαντεῖν, καὶ τῷ αὑτῆς ἀνδρὶ λέγει· Εἰσήνεγκάς μοι ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν μοι.

Ἤκουσεν ἐκεῖνος, καὶ ἐξεκαύθη πρὸς ὀργὴν, καὶ ἔθετο αὐτὸν εἰς φυλακήν. Ἔπρεπε γὰρ τοῖς ἐν σκότει ὁ λύχνος, καὶ τοῖς ἐν λιμῷ τηκομένοις σιτοδότης. Λοιπὸν καὶ ἕτερον σκάμμα θέασαί μοι ἐνταῦθα. Οὐκ ἤρκει γὰρ αὐτῷ ἡ τοῦ πατρὸς στέρησις, καὶ ἡ τῶν ἀδελφῶν ἐπιβουλὴ, καὶ ἡ τῆς γῆς ἀλλοτρίωσις, ἀλλὰ καὶ γυναικὸς ἐπανάστασις, καὶ ἡ τοῦ δεσμωτηρίου κατάκλεισις. Λοιπὸν, ἀγαπητοὶ, ἐν δεσμωτηρίῳ κατέκειτο. Ἐβλήθη εἰς τὸν τόπον αὐτοῦ ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός. Εἶδον ἀμφότεροι ἐνύπνια, καὶ σκυθρωπὰ ἦν τὰ τούτων πρόσωπα. Εἶδεν αὐτοὺς ὁ Ἰωσὴφ, καὶ εἶπε πρὸς αὐτούς· ∆ιὰ τί τὰ πρόσωπα ὑμῶν σκυθρωπά; Οἱ δὲ εἶπον· Ἐνύπνιον εἴδομεν, καὶ οὐκ ἔστιν ὁ κρίνων. Λέγει πρὸς αὐτούς· ∆ιηγήσασθέ μοι ἕκαστος ὑμῶν τί εἶδε. Τί λέγεις, Ἰωσήφ; ἆρα εἶδες ἐνύπνιον; Οὐκ ἀπέβη αὐτῶν τὸ τέλος. Εἶδες σαυτὸν ὑπὸ ἡλίου καὶ σελήνης προσκυνούμενον, καὶ ἰδοὺ δοῦλος ἐπράθης· εἶδες τὰ δράγματα τῶν σῶν ἀδελφῶν περιστραφέντα, καὶ προσκυνοῦντα τὸ σὸν δράγμα, καὶ ἰδοὺ ἐν τῷ δεσμωτηρίῳ κατακέκλεισαι.

Τί οὖν ἐπερωτᾷς καὶ τὴν τῶν ἀδελφῶν συμφοράν; τί τοσοῦτον μαίνῃ; Οὐ μαίνομαι, φησίν· οἶδα τῆς ὑπομονῆς μου τὸν στέφανον, οἶδα τὸ κέρδος τούτων τῶν