1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

βασιλεῖ διαλεχθέντες, καὶ λόγων ἡμέρων καὶ τιμῆς ἀπολαύσαντες, οὐκ ἀξιοῦσιν ἐλθεῖν εἰς ὁμιλίαν τῶν προσαιτῶν καὶ ἀπεῤῥιμμένων· οὕτως ὁ Θεῷ λαλήσας καὶ προσευξάμενος, οὐκ ἂν ἀξιώσειε τοῦ πονηροῦ καὶ ἀσεβοῦς ὁμιλίαν παραδέξασθαι. Καὶ γὰρ ὡς ἀληθῶς ὁ δουλεύων ἡδοναῖς, δαίμοσιν ὁμιλεῖ, καὶ τὴν ἐκείνων μανίαν ἐζήλωσεν· ὥσπερ ὁ σωφρονῶν, καὶ δικαιοσύνην ἀσκῶν ἀγγέλοις συνδιαιτᾶται, καὶ τὴν ἐκείνων ζηλοῖ μεγαλοπρέπειαν. ∆οκεῖ δέ μοί τις ἂν εἰπὼν, ὅτι νεῦρα τῆς ψυχῆς εἰσιν αἱ προσευχαὶ, τἀληθὲς εἰπεῖν. Ὥσπερ γὰρ, οἶμαι, τὸ σῶμα διὰ τῶν νεύρων συνέχεται, καὶ τρέχει, καὶ ἵσταται, καὶ ζῇ, καὶ πέπηγεν· ἂν δὲ ταῦτά τις ἐκτέμῃ, πᾶσαν τὴν ἁρμονίαν διαλύει τοῦ σώματος· οὕτως αἱ ψυχαὶ διὰ τῶν ἁγίων προσευχῶν ἁρμόζονται, καὶ συνεστήκασι, καὶ τὸν δρόμον τῆς εὐσεβείας τρέχουσιν εὐχερῶς. Ἂν δὲ τῆς προσευχῆς ἀποστερήσῃς σαυτὸν, ταυτὸν ποιήσεις, ὥσπερ ἂν εἰ τὸν ἰχθὺν ἐκ τοῦ ὕδατος ἐξήγαγες· ὥσπερ γὰρ ἐκείνῳ ζωὴ τὸ ὕδωρ, οὕτω σοὶ προσευχή. ∆ιὰ ταύτης ἔστιν, ὥσπερ δι' ὕδατος, ἀναπτῆναι, καὶ τοὺς οὐρανοὺς ὑπερβῆναι, καὶ τοῦ Θεοῦ γενέσθαι πλησίον. Ἱκανὰ μὲν οὖν καὶ τὰ ῥηθέντα, δεῖξαι τὴν ἰσχὺν τῆς ἁγίας προσευχῆς· βέλτιον δὲ ἴσως ἐπὶ τὰς θείας ἐλθόντα Γραφὰς, ἐκ τῶν ἀποφάσεων τοῦ Χριστοῦ μαθεῖν τὸν πλοῦτον, ὃν αἱ προσευχαὶ θησαυρίζουσι τοῖς βουλομένοις ἐν αὐταῖς πάντα τὸν βίον σχολάζειν. Ἔλεγε δὲ, φησὶ, καὶ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι. Κριτής τις ἦν ἔν τινι πόλει, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου· καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτὴν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτὸς, καὶ μακροθυμεῖ ἐπ' αὐτοῖς; Λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Μάθωμεν, ἀδελφοὶ, τὴν κεκρυμμένην σοφίαν ἐν τοῖς λόγοις τοῦ Πνεύματος, διερευνώμενοι κατὰ δύναμιν ἡμετέραν, οὐχ ὅση ἐστὶν, ἀλλὰ ὅσον ἡμῖν ἐφικτόν. Οἱ μὲν ἐν τῇ θαλάττῃ ποιούμενοι τὸν βίον, ἐπ' αὐτὸν κατιόντες τὸν βυθὸν, τοὺς πολυτιμήτους λίθους τοῖς ἐν τῇ γῇ κομίζουσιν· ἡμεῖς δὲ τὸ πέλαγος τῶν θείων Γραφῶν ἱστορήσαντες, εἰς 50.782 αὐτὸν τὸν βυθὸν τῆς πνευματικῆς σοφίας, ὅσον οἷόν τε καταδράμωμεν, ἵνα κομίσωμεν ὑμῖν θησαυρὸν ἀγαθὸν κοσμοῦντα τὰς ψυχὰς βέλτιον, ἣ τὰς κεφαλὰς τῶν βασιλέων οἱ λιθοκόλλητοι στέφανοι. Τὸ μὲν γὰρ ἐκείνων κάλλος τῷ βίῳ τούτῳ συναπαρτίζεται· ὁ δὲ τοῖς λόγοις τοῦ Πνεύματος στεφανῶν τὴν ψυχὴν, καὶ νῦν μετὰ ἀσφαλείας πάσης διαπερᾷ τὸν χρόνον, καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν, θαῤῥῶν προσέρχεται τῷ βήματι τοῦ Χριστοῦ, γέμων ἀρετῆς, καὶ καθαρεύων πάσης κακίας. Τίνα οὖν ὑμῖν θησαυρὸν ἐκ τοῦ βυθοῦ τῶν Γραφῶν κομίζομεν, οὐκ αὐτοῦ τοῦ βάθους ἁπτόμενοι τῆς σοφίας, ἀλλὰ τοσοῦτον κατιόντες, ὅσον ἐγχωρεῖ; Ἐπὶ τὴν προσευχὴν ἄγων τοὺς ἀνθρώπους ὁ Χριστὸς, καὶ τὴν ἀπὸ ταύτης ὠφέλειαν παραστῆσαι βουλόμενος ταῖς ἡμετέραις ψυχαῖς, κριτὴν εἰσάγει πονηρόν τινα καὶ σκαιὸν, πᾶσαν αἰδῶ τῶν ὀφθαλμῶν ἀποῤῥίψαντα, καὶ τὸν τοῦ Θεοῦ φόβον ἐκ τῆς ψυχῆς ἐξελάσαντα. Καίτοι γε ἤρκει δικαίου καὶ ἐλεήμονος ὑποθέσθαι πρόσωπον, καὶ παρεξετάσαντα τὴν ἐκείνου δικαιοσύνην τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ, δεῖξαι τὴν ἰσχὺν τῆς δεήσεως. Εἰ γὰρ ἄνθρωπος χρηστὸς καὶ πρᾶος ἡμέρως δέχεται τοὺς ἱκετηρίαν προσάγοντας, πόσῳ μᾶλλον ὁ Θεὸς, οὗ τὸ μέγεθος τῆς φιλανθρωπίας οὐ μόνον τὴν ἡμετέραν ὑπερβαίνει διάνοιαν, ἀλλὰ καὶ τοὺς ἀγγέλους αὐτούς; Ἤρκει μὲν οὖν, ὅπερ ἔφην, δικαίου πρόσωπον ὑποθέσθαι κριτοῦ· νῦν δὲ ὠμὸν