1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

καὶ ἀσεβῆ καὶ μισάνθρωπον εἰσάγει κριτὴν, ἐπὶ μὲν τῶν ἄλλων ἀνήμερον, ἐπὶ δὲ τῶν δεομένων χρηστὸν καὶ πρᾶον, ἵνα μάθῃς, ὅτι πᾶσα δέησις καὶ φύσιν πονηρὰν εἰς οἶκτον καὶ ἔλεον ἐπισπᾶται ῥᾳδίως. Τίνος οὖν ἕνεκα τοῦτο πεποίηκεν ὁ Χριστός; Ἵνα μηδεὶς ἀγνοῇ τῶν ἁπάντων τῆς προσευχῆς τὴν ἰσχύν. ∆ιὰ τοῦτο τῷ πονηροτάτῳ πάντων παραστήσας τὴν χήραν, καὶ δείξας αὐτὸν παρὰ φύσιν φιλάνθρωπον, ἀπὸ τοῦ πονηροῦ πρὸς τὸν ἑαυτοῦ Πατέρα μετέστησε τὸν λόγον, τὸν ἀγαθὸν, τὸν πρᾶον, τὸν ἥμερον, τὸν φιλάνθρωπον, ὑπερβαίνοντα ἀνομίας, συγχωροῦντα ἁμαρτίας πολλὰς, βλασφημούμενον καθ' ἑκάστην ἡμέραν, καὶ φέροντα, ἀνεχόμενον ὁρᾷν τιμὴν εἰς δαίμονας, ὕβριν εἰς αὐτὸν, εἰς τὸν Υἱὸν βλασφημίας; ῥητὰ καὶ ἄῤῥητα μυρία δεινά· εἶτα βλασφημούμενος μὲν οὕτω πράως ἀνέχεται, ἐὰν δὲ ἴδῃ μετὰ τοῦ προσήκοντος φόβου προσπίπτοντας ἡμᾶς, οὐκ ἐλεήσει ταχέως; Ἀκούσατε, φησὶ, τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπους, ἐκδικήσω αὐτήν. Τί λέγεις; ὅπερ οὐκ ἴσχυσε φόβος, τοῦτο δέησις ἴσχυσε; Καὶ ἀπειλὴ μὲν, καὶ τιμωρίας ἐλπὶς οὐ προσήγαγε τῷ δικαίῳ τὸν ἄνθρωπον· μεθ' ἱκετηρίας δὲ φανεῖσα χήρα, τὸν ἄγριον ἡμέρωσε. Τί οὖν εἰκάζειν προσήκει περὶ τοῦ φιλανθρώπου Θεοῦ, εἰ τὸν ὠμὸν οὕτω πρᾶον πεποίηκεν ἡ χήρα προσπίπτουσα; πόσην χρηστότητα, πόσην φιλανθρωπίαν ἐφ' ἡμῶν ὁ Θεὸς ἐπιδείξεται, ὁ μόνον ἐλεεῖν ἐθέλων ἀεὶ, κολάζειν δὲ οὐδεπώποτε, ὁ καὶ τὰς τιμωρίας διὰ πολλὴν φιλανθρωπίαν ἀπειλήσας ἡμῖν, καὶ μεγάλας ἑτοιμάσας τιμὰς, ἵνα καὶ φόβος καὶ τιμῆς ἐλπὶς, ἡ μὲν ἐπεγείρῃ πρὸς ἀρετὴν, ὁ δὲ κωλύσῃ πονηρευμάτων! Οὐ δύναμαι τοῦ κριτοῦ τῆς ἀδικίας ἀποστῆσαι τὴν διάνοιαν, θεωρῶν ἐν τῇ ἐκείνου παρὰ φύσιν πραότητι τὴν ἀμύθητον τοῦ Θεοῦ φιλανθρωπίαν. Εἰ γὰρ ὁ μηδέποτε μηδὲν χρη50.783 στὸν ἐπιδείξασθαι βουληθεὶς, ἄφνω μεταθέμενος, τὴν δεομένην ἠλέησε, πόσην ἡμῖν ἐξ οὐρανοῦ κηδεμονίαν οἱ προσευχαὶ κομίσουσι; Γνοίη δ' ἄν τις τὴν ἰσχὺν καὶ τὴν δύναμιν τῶν ἁγίων προσευχῶν, σκοπῶν καὶ θεωρῶν ὅσων ἀγαθῶν καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ἀπολαύουσιν οἱ πάντοτε τῷ Θεῷ προσπίπτοντες. Τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ τοῦ ἡλίου τὸ φῶς, καὶ τῶν ἀστέρων, καὶ τῆς σελήνης, καὶ ἀέρων εὐκρασίαν, καὶ τροφὰς παντοίας, καὶ πλοῦτον, καὶ βίον, καὶ μυρία ἀγαθὰ πᾶσιν ἀνθρώποις ὁμοίως ὁ Θεὸς χαρίζεται, καὶ δικαίοις καὶ ἀσεβέσι, διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν, ᾗ κέχρηται πρὸς ἡμᾶς; Εἰ δὲ τοὺς μὴ δεομένους, μηδὲ αἰτοῦντας, οὕτως ἐλεεῖ καθ' ἡμέραν καὶ ἀναπαύει, πόσων εἰκὸς ἀγαθῶν ἀπολαύσεσθαι τοὺς ἐν εὐχαῖς καὶ δεήσεσι πάντα τὸν βίον ἐσχολακότας; Φέρε δὴ καὶ ὅσοις τῶν δικαίων ὑπῆρξε διὰ προσευχῶν σῶσαι καὶ ἔθνη, καὶ πόλεις, καὶ τὴν οἰκουμένην ἅπασαν, εἴπωμεν πρὸς ὑμᾶς. Ἐν δὲ μνήμῃ προσευχῆς Παῦλος πρῶτος ἄξιος μνήμης, Παῦλος ὁ τῆς τοῦ Θεοῦ λατρείας ἀκόρεστος, ὁ κοινὸς πατὴρ, καὶ πρόγονος τῶν δούλων τοῦ Χριστοῦ. Ἐκεῖνος τοίνυν ὁ φύλαξ τῆς οἰκουμένης, διὰ προσευχῆς, καὶ τῆς συνεχοῦς δεήσεως πάντα τὰ ἔθνη διέσωσε, λέγων ἀεὶ πρὸς ἡμᾶς· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ὁρᾷς, ὅσον ἰσχύει προσευχὴ καὶ δέησις; Ναοὺς Χριστοῦ τοὺς ἀνθρώπους ἐργάζεται· καὶ ὥσπερ χρυσὸς, καὶ λίθοι πολυτίμητοι, καὶ μάρμαρα ποιοῦσι τοὺς οἴκους τῶν βασιλέων· οὕτω προσευχὴ ναοὺς τοῦ Χριστοῦ. Κατοικῆσαι, φησὶ, τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν. Τί μεῖζον ἂν γένοιτο προσευχῆς ἐγκώμιον, ἢ ὅτι ναοὺς ἀπεργάζεται Θεοῦ; Ὃν οὐ χωροῦσιν οὐρανοὶ, οὗτος εἰς ψυχὴν εἰσέρχεται ζῶσαν ἐν προσευχαῖς. Ὁ οὐρανός μοι θρόνος,