1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

φησὶν, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει Κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Ἀλλ' ὅμως οἶκον ὁ Παῦλος οἰκοδομεῖ διὰ τῶν ἁγίων εὐχῶν. Κάμπτω, φησὶ, τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα κατοικήσῃ ὁ Χριστὸς διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν τὴν δύναμιν τῶν ἁγίων εὐχῶν, ὅτι Παῦλος ὁ διὰ πάσης τῆς οἰκουμένης ὥσπερ ὑπόπτερος τρέχων, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ὑπομένων, καὶ φορῶν ἅλυσιν, καὶ ζῶν ἐν αἵματι καὶ κινδύνοις, καὶ δαίμονας ἐλαύνων, καὶ νεκροὺς ἐγείρων, καὶ παύων ἀῤῥωστήματα, οὐδενὶ τούτων ἐθάῤῥησεν εἰς σωτηρίαν τῶν ἀνθρώπων, ἀλλὰ ταῖς προσευχαῖς ἐτείχισε τὴν γῆν, καὶ μετὰ τὰ σημεῖα καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν, ἐπὶ τὰς προσευχὰς ἔτρεχεν, ὥσπερ τις ἀθλητὴς ἐπὶ παλαίστραν ἀπὸ στεφάνου. Καὶ γὰρ καὶ τῆς ἀναστάσεως τῶν νεκρῶν καὶ τῶν ἄλλων ἁπάντων ἡ προσευχὴ χορηγός· καὶ εἰκότως· ἣν γὰρ ἐπὶ τῶν δένδρων ἰσχὺν ἔχει τὰ ὕδατα, ταύτην ἐπὶ τοῦ βίου τῶν ἁγίων αἱ προσευχαί. Ἐν τῇ νυκτὶ ταύτῃ ἄρδων τὴν ψυχὴν ὁ Παῦλος, 50.784 πάντα ὑπέμενεν εὐχερῶς τὰ δεινὰ, παρέχων τὰ νῶτα ταῖς πληγαῖς ὥσπερ ἀνδριάς. Οὕτως ἐν Μακεδονίᾳ τὸ δεσμωτήριον ἔσεισεν· οὕτω τὰ δεσμὰ διέῤῥηξεν ὥσπερ λέων ταῖς προσευχαῖς· οὕτω τὸν τοῦ δεσμωτηρίου φύλακα τῆς πλάνης ἐξήρπασεν· οὕτω τὴν τυραννίδα τῶν δαιμόνων κατέλυσε. Καὶ μὴν κἀκεῖνά γε ἴσμεν, ἃ γράφει πρὸς πάντας ἀνθρώπους· Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παῤῥησίᾳ, λαλῆσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου. Τί λέγεις; τοσαύτην ἡμῖν παῤῥησίαν αἱ προσευχαὶ διδόασιν, ὡς ὑπὲρ Παύλου τολμᾷν τὸν Θεὸν ἱκετεύειν; τίς τολμᾷ στρατιώτης ὑπὲρ τοῦ μεγάλου στρατηγοῦ τὸν βασιλέα παρακαλεῖν; Καίτοι γε οὐδεὶς οὕτω στρατηγὸς τῷ βασιλεῖ φίλος, ὡς Παῦλος τῷ Θεῷ· ἀλλ' ὅμως εἰς τοσαύτην ἄγουσιν ἡμᾶς αἱ προσευχαὶ τιμὴν, ὡς ὑπὲρ Παύλου τολμᾷν τὸν Θεὸν ἱκετεύειν. Οὕτω καὶ Πέτρος ὁ μέγας, ὁ τοῦ οὐρανοῦ λαμπρότερος, τὸ δεσμωτήριον διέφυγε, μάλιστα μὲν διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ τὴν κοινὴν τῶν ἀνθρώπων σωτηρίαν, ἔπειτα μέντοι καὶ ἡ προσευχὴ τῆς Ἐκκλησίας κεκλεισμένας τοῦ δεσμωτηρίου τὰς θύρας ταχέως ἀνέῳξεν. Οὐ γὰρ εἰκῆ προσέγραψεν ὁ Λουκᾶς, ὅτι Προσευχὴ δὲ ἦν ἐκτενὴς ὅλης τῆς Ἐκκλησίας ὑπὲρ τοῦ Πέτρου, ἀλλ' ἵνα μάθωμεν ἡμεῖς, ὅσην ἰσχὺν ἐν οὐρανοῖς αἱ προσευχαὶ κέκτηνται, ὡς Παῦλον καὶ Πέτρον κινδύνων ἀπαλλάττειν, τοὺς στύλους τῆς Ἐκκλησίας, τοὺς κορυφαίους τῶν ἀποστόλων, τοὺς περιβοήτους ἐν οὐρανῷ, τὸ τεῖχος τῆς οἰκουμένης, τὸ κοινὸν φυλακτήριον πάσης γῆς καὶ θαλάττης. Εἰπέ μοι, πῶς ὁ Μωσῆς τὸν Ἰσραὴλ ἐν πολέμοις διέσωσεν; οὐ τὰ μὲν ὅπλα καὶ τὴν στρατιὰν τῷ μαθητῇ παρέδωκεν, αὐτὸς δὲ τὰς εὐχὰς ἀντέστησε τῷ πλήθει τῶν ἀντιπάλων; διδάσκων ἡμᾶς, ὅτι καὶ ὅπλων, καὶ ἵππων, καὶ χρημάτων, καὶ στρατοπέδων πολλῷ μείζονα δύναμιν ἔχουσιν αἱ προσευχαὶ τῶν δικαίων. ∆ιὰ τοῦτο καὶ πᾶς ὁ στρατὸς, καὶ πολλαὶ μυριάδες, ἐν τῇ προσευχῇ τοῦ προφήτου τὴν ἐλπίδα τῆς σωτηρίας εἶχον· προσευχομένου μὲν γὰρ τοῦ Μωσέως, ἐκράτουν Ἰουδαῖοι, πεπαυμένου δὲ τῆς προσευχῆς, ἔλαττον εἶχον τῶν ἀντιπάλων. Οὕτω δὴ καὶ ἡμεῖς προσευχόμενοι μὲν, ῥᾳδίως τοῦ διαβόλου κρατήσομεν, ῥᾳθυμοῦντες δὲ, καθ' ἑαυτῶν ἀσκοῦμεν τὸν Πονηρόν. Καὶ μὴν καὶ τὸν λαὸν ἀσεβήσαντα, διὰ προσευχῆς μόνης διέσωσε Μωσῆς, καὶ τῶν θείων ὄψεων καὶ μυρίων ἀγαθῶν διὰ ταύτης ἔτυχε μόνης. Αὕτη γὰρ αὐτῷ καὶ τὸν βίον παραπλήσιον ἐποίησε τοῖς οἰκοῦσι τὸν οὐρανόν. Προσευχὴ πυρὸς δύναμιν ἤλεγξε, καὶ λέοντας ἡμέρωσε· τὸ μὲν ἐπὶ τοῦ ∆ανιὴλ, τὸ δὲ ἐπὶ τῶν τριῶν ἐργασαμένη παίδων. ∆ι' ὧν, οἶμαι, καὶ δῆλον πεποίηκεν ἅπασιν, ὅτι πάντας, ὅσους ἂν λάβῃ κινδυνεύοντας, ῥᾳδίως ἐξαρπάζει τῶν ἐπηρτημένων δεινῶν. Προσευχὴ