1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

σωτηρίας ἀφορμὴ, ἀθανασίας πρόξενος ψυχῆς, τῆς Ἐκκλησίας τεῖχος ἀῤῥαγὲς, φυλακτήριον ἄσειστον, φοβερὸν μὲν τοῖς δαίμοσι, σωτήριον δὲ τοῖς εὐσεβέσιν ἡμῖν. Αὕτη τὸν ἅγιον προφήτην τὸν Σαμουὴλ ἐγέννησεν· ἐπειδὴ γὰρ ἡ φύσις ἠναντιοῦτο τῇ μητρὶ πρὸς γονὰς, ἡ προσευχὴ φανεῖσα ταχέως ἐπανώρθωσε τὸ τῆς φύσεως ἐλάττωμα. Τοιοῦτος τῆς προσευχῆς ὁ καρπὸς, τοιοῦτον ἐφύτευσεν ἡ προσευχὴ προφήτην. ∆ι' 50.785 ὃ περιβόητος ἐν οὐρανοῖς ὁ Σαμουὴλ ἐγένετο, κρείττων ἢ κατ' ἄνθρωπον ζηλωτὴς τῶν ἀγγέλων· ἔδει γὰρ, οἶμαι, τοιοῦτον φανῆναι τῆς προσευχῆς τὸν ἄσταχυν, νικῶντα τοὺς ἄλλους τῇ καλοκαγαθίᾳ, καὶ ταῖς ἀρεταῖς τῶν τρόπων, καὶ τοσοῦτον τοὺς πρὸ αὐτοῦ νικᾷν ἁγίους, ὅσον ἐν τοῖς ληΐοις ὑπερέχουσιν οἱ τῶν ἀσταχύων εὖ πράττοντες. Μετὰ ταύτης ὁ ∆αυῒδ τοσούτους καὶ τοιούτους πολέμους ἀπώσατο, οὐχ ὅπλα κινῶν, οὐδὲ δόρυ σείων, οὐδὲ ξίφος ἕλκων, ἀλλ' εὐχαῖς τειχιζόμενος· μετὰ ταύτης Ἐζεκίας τὸ πλῆθος τῶν Περσῶν εἰς φυγὴν ὀξέως ἔτρεψε. Καὶ οἱ μὲν μηχανήματα τῷ τείχει προσῆγον, ὁ δὲ ταῖς προσευχαῖς τὸ τεῖχος ἐτείχισε· καὶ κατελύθη πόλεμος ἄνευ ὅπλων ἀπὸ τῆς προσευχῆς, σάλπιγγος μὲν οὐκ ἠχούσης, στρατιᾶς δὲ ἡσυχαζούσης, ὅπλων δὲ οὐ κινουμένων, γῆς δὲ οὐ φοινισσομένης, προσευχῆς δὲ ἀρκούσης εἰς φόβον τῶν ἀντιπάλων. Προσευχὴ καὶ Νινευΐτας διέσωσε, καὶ τὴν ἐξ οὐρανοῦ φερομένην ὀργὴν ἀπεκρούσατο ταχέως, καὶ βίον διεφθαρμένον 50.786 ἐπανώρθωσεν ὀξέως. Τοσαύτην γὰρ ἰσχὺν καὶ δύναμιν ἔχει, ὥστε ἔζησαν μὲν οἱ Νινευῗται πάντα τὸν βίον αἰσχρῶς καὶ πονηρῶς, εἰσελθοῦσα δὲ εἰς τὴν πόλιν ἡ προσευχὴ ταχέως πάντα μετέβαλε, καὶ σωφροσύνην, καὶ δικαιοσύνην, καὶ φιλίαν, καὶ ὁμόνοιαν, καὶ πτωχῶν πρόνοιαν, καὶ πάντα τὰ ἀγαθὰ συνεισήγαγεν ἑαυτῇ. Ὥσπερ γάρ τινος βασιλίδος εἰσιούσης εἰς πόλιν, πάντα τὸν πλοῦτον συνακολουθεῖν ἀνάγκη, οὕτω δὴ καὶ προσευχῆς εἰς ψυχὴν εἰσιούσης, πᾶσα ἀρετὴ συνεισέρχεται. Ὅπερ γάρ ἐστιν ἐν οἰκίᾳ θεμέλιος, τοῦτο ἐν ψυχῇ προσευχή. Καὶ δεῖ ταύτην πρώτην, ὥσπερ κρηπῖδα καὶ ῥίζαν τινὰ ἐν τῇ ψυχῇ πήξαντας πάντας ἐποικοδομεῖν σπουδαίως καὶ σωφροσύνην, καὶ πραότητα, καὶ δικαιοσύνην, καὶ πρόνοιαν πτωχῶν, καὶ πάντας τοὺς νόμους τοῦ Χριστοῦ, [ἵνα καὶ κατ' αὐτοὺς λοιπὸν ζήσαντες τύχωμεν τῶν ἐν οὐρανοῖς ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,] δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.