1

 2

 3

 4

 5

 6

 7

 8

2

ἁμαρτίας ᾖ συμβεβλημένη, εἰς πόσην οὐ κατακρημνίσαι δυνήσεται τὸν ἔχοντα αὐτὴν γέενναν; Ταῦτα λέγω, οὐχ ἵνα ἀμελῶμεν δικαιοσύνης, ἀλλ' ἵνα φύγωμεν ἀπόνοιαν· οὐχ ἵνα ἁμαρτάνωμεν ἀλλ' ἵνα μετριάζωμεν. Θεμέλιος γάρ ἐστι τῆς καθ' ἡμᾶς φιλοσοφίας ἡ ταπεινοφροσύνη. Κἂν μυρία ἄνωθεν οἰκοδομήσῃς, κἂν ἐλεημοσύνην, κἂν εὐχὰς, κἂν νηστείαν, κἂν πᾶσαν ἀρετὴν, ταύτης μὴ προκαταβληθείσης, πάντα εἰκῆ καὶ μάτην ἐποικοδομηθήσεται, καὶ καταπεσεῖται ῥᾳδίως κατὰ τὴν οἰκοδομὴν ἐκείνην τὴν ἐπὶ τῆς ψάμμου τεθεῖσαν. Οὐδὲν γάρ ἐστιν, οὐδὲν τῶν ἡμετέρων κατορθωμάτων, ὃ οὐ ταύτης δεῖται· οὐδέν ἐστιν, ὃ χωρὶς ταύτης στῆναι δυνήσεται. Ἀλλὰ κἂν σωφροσύνην εἴπῃς, κἂν παρθενίαν, κἂν χρημάτων ὑπεροψίαν, κἂν ὁτιοῦν, πάντα 51.313 ἀκάθαρτα καὶ ἐναγῆ καὶ βδελυρὰ ταπεινοφροσύνης ἀπούσης. Πανταχοῦ τοίνυν αὐτὴν παραλαμβάνωμεν, ἐν ῥήμασιν, ἐν πράγμασιν, ἐν ἐνθυμήμασι, καὶ μετὰ ταύτης ταῦτα οἰκοδομῶμεν.

γʹ. Ἀλλὰ τὰ μὲν περὶ ταπεινοφροσύνης ἱκανῶς εἴρηται, οὐ πρὸς τὴν ἀξίαν τοῦ

κατορθώματος· οὐδεὶς γὰρ αὐτὴν κατ' ἀξίαν ὑμνῆσαι δυνήσεται· ἀλλὰ πρὸς τὴν σύνεσιν τῆς ὑμετέρας ἀγάπης. Εὖ γὰρ οἶδ' ὅτι καὶ ἀπὸ ὀλίγων τῶν εἰρημένων μετὰ πολλῆς αὐτὴν ἐπισπάσεσθε τῆς σπουδῆς. Ἐπειδὴ δὲ ἀνάγκη καὶ τὴν ἀποστολικὴν ῥῆσιν τὴν σήμερον ἀναγνωσθεῖσαν, πολλοῖς δοκοῦσαν παρέχειν ῥᾳθυμίας πρόφασιν, ποιῆσαι φανερὰν καὶ δήλην, ὥστε μὴ ψυχράν τινα ἀπολογίαν ἐντεῦθέν τινας ποριζομένους τῆς οἰκείας ἀμελεῖν σωτηρίας, φέρε, ἐπὶ ταύτην τὸν λόγον ἀγάγωμεν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Εἶτε προφάσει, φησὶν, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Τοῦτο πολλοὶ περιφέρουσιν ἁπλῶς καὶ ὡς ἔτυχεν, οὐ τὰ πρότερα, οὐ τὰ μετὰ ταῦτα ἀναγινώσκοντες· ἀλλὰ τῆς ἀκολουθίας τῶν λοιπῶν ἀποκόψαντες μελῶν ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς τοῖς ῥᾳθυμοτέροις προβάλλονται. Ἐπιχειροῦντες γὰρ αὐτοὺς τῆς ὑγιοῦς ἀπάγειν πίστεως, εἶτα ὁρῶντες δεδοικότας καὶ τρέμοντας, ὡς οὐκ ἀκίνδυνον ὂν τοῦτο ποιεῖν, καὶ βουλόμενοι τὸν φόβον αὐτῶν ἐκλῦσαι, τὴν ἀποστολικὴν ταύτην παράγουσιν ῥῆσιν, λέγοντες· Ὁ Παῦλος συνεχώρησε τοῦτο, εἰπών· Εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγελλέσθω.

Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Πρῶτον μὲν γὰρ οὐκ εἴρηκε, καταγγελλέσθω, ἀλλὰ, καταγγέλλεται· πολὺ δὲ τὸ μέσον τούτου κἀκείνου. Τὸ μὲν γὰρ εἰπεῖν, καταγγελλέσθω, νομοθετοῦντός ἐστι· τὸ δὲ εἰπεῖν, καταγγέλλεται, τὸ συμβαῖνον ἀπαγγέλλοντος. Ὅτι δὲ οὐ νομοθετεῖ Παῦλος αἱρέσεις εἶναι, ἀλλὰ ἀπάγει πάντας τοὺς αὐτῷ προσέχοντας, ἄκουσον τί φησιν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω, κἂν ἐγὼ, κἂν ἄγγελος ἐξ οὐρανῶν. Οὐκ ἂν δὲ ἀνεθεμάτισε καὶ ἑαυτὸν καὶ ἄγγελον, εἰ τὸ πρᾶγμα ἀκίνδυνον ᾔδει. Καὶ πάλιν, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, φησίν· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Φοβοῦμαι δὲ μήποτε ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Ἰδοὺ καὶ ἁπλότητα τέθεικε, καὶ συγγνώμην οὐκ ἔδωκεν. Εἰ γὰρ ἦν συγγνώμη, κίνδυνος οὐκ ἦν· εἰ δὲ κίνδυνος οὐκ ἦν, οὐκ ἂν ἐφοβήθη Παῦλος· καὶ οὐχ ὁ Χριστὸς δὲ τὰ ζιζάνια κἂν ἐκέλευσε κατακαῆναι, εἰ πρᾶγμα ἀδιάφορον ἦν καὶ τούτῳ, κἀκείνῳ, καὶ ἑτέρῳ προσέχειν, καὶ πᾶσιν ἁπλῶς.

δʹ. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; Μικρὸν ἄνωθεν ὑμῖν τὴν ἱστορίαν ἅπασαν

διηγήσασθαι βούλομαι· δεῖ γὰρ εἰδέναι ἐν τίσιν ὁ Παῦλος ἦν, ἡνίκα ταῦτα ἐπέστελλεν. Ἐν τίσι τοίνυν ἦν τότε; Ἐν δεσμωτηρίῳ καὶ ἁλύσεσι καὶ κινδύνοις ἀφορήτοις. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῆς τῆς ἐπιστολῆς. Ἀνωτέρω γὰρ τούτου φησί· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ