1

 2

 3

 4

 5

 6

 7

 8

6

ἐγίνετο τοῖς μαθηταῖς. Καὶ γὰρ ἑώρων τὸ μὲν σῶμα δεδεμένον, τὴν δὲ γλῶτταν οὐ δεδεμένην· τὰς μὲν χεῖρας ἐσφιγμένας, τὸν δὲ λόγον λελυμένον, καὶ τῆς ἀκτῖνος τῆς ἡλιακῆς ταχύτερον τὴν οἰκουμένην ἐπιτρέχοντα πᾶσαν. Καὶ τοῦτο αὐτοῖς παράκλησις ἐγίνετο διὰ τῶν ἔργων μανθάνουσιν, ὅτι οὐδὲν τῶν παρόντων δεινόν. Καὶ γὰρ ὅταν ὑπὸ θείου πόθου καὶ ἔρωτος ἡ ψυχὴ βαφεῖσα τύχῃ γνησίως, πρὸς οὐδὲν ἐπιστρέφεται τῶν παρόντων· ἀλλ' ὥσπερ οἱ μαινόμενοι καὶ πυρὸς καὶ σιδήρου καὶ θηρίων καὶ πελάγους καὶ πάντων κατατολμῶσιν, οὕτω καὶ οὗτοι μανίαν τινὰ καλλίστην καὶ πνευματικωτάτην μανέντες, μανίαν ἀπὸ σωφροσύνης γινομένην, πάντων κατεγέλων τῶν ὁρωμένων. ∆ιὰ τοῦτο δεδεμένον ὁρῶντες τὸν διδάσκαλον, μᾶλλον ἐσκίρτων, μᾶλλον ἠγάλλοντο, διὰ τῶν ἔργων τοῖς ἐναντίοις δόντες ἀπόδειξιν, ὅτι πάντοθέν εἰσιν ἀνάλωτοι καὶ ἀχείρωτοι.

θʹ. Τότε τοίνυν, ὅτε ἐν τούτοις τὰ πράγματα ἦν, τινὲς τῶν ἐχθρῶν τῶν

Παύλου βουλόμενοι τὸν πόλεμον ἀναῤῥιπίσαι χαλεπώτερον, καὶ μείζονα τοῦ τυράννου ποιῆσαι τὴν πρὸς αὐτὸν ἀπέχθειαν, προσεποιοῦντο καὶ αὐτοὶ κηρύττειν, καὶ ἐκήρυττον τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ὑπὲρ τοῦ τὸ δόγμα ἐπιδοῦναι μειζόνως· τοῦτο δὲ ἐποίουν, οὐχὶ τὴν πίστιν σπεῖραι βουλόμενοι, ἀλλ' ἵνα μαθὼν ὁ Νέρων, ὅτι τὸ κήρυγμα αὔξεται καὶ τὸ δόγμα ἐπιδίδωσι, ταχύτερον τὸν Παῦλον ἐπὶ τὸ βάραθρον ἀπαγάγῃ. ∆ύο τοίνυν ἦν διδασκαλεῖα, τῶν Παύλου μαθητῶν, καὶ τῶν ἐχθρῶν τῶν τοῦ Παύλου· τῶν μὲν ἐξ ἀληθείας κηρυττόντων, τῶν δὲ ἀπὸ φιλονεικίας καὶ τῆς πρὸς τὸν Παῦλον ἀπεχθείας. Καὶ ταῦτα δηλῶν ἔλεγε· Τινὲς μὲν διὰ φθόνον καὶ ἔριν τὸν Χριστὸν κηρύττουσιν, ἐκείνους ἐμφαίνων τοὺς ἐχθρούς· Τινὲς δὲ καὶ δι' εὐδοκίαν, περὶ τῶν ἑαυτοῦ μαθητῶν τοῦτο λέγων. Εἶπε πάλιν περὶ ἐκείνων, Οἱ μὲν ἐξ ἐριθείας, οἱ ἐχθροί· οὐχ ἁγνῶς, 51.318 οὐχ ὑγιῶς, ἀλλ' Οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης· πάλιν τοῦτο περὶ τῶν ἀδελφῶν τῶν ἑαυτοῦ· Εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι. Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. Ὥστε μάτην καὶ εἰκῆ ἐπὶ τῶν αἱρέσεων τοῦτο τὸ ῥῆμα παραλαμβάνεται. Οἱ γὰρ τότε κηρύττοντες οὐχὶ δόγμα διεφθαρμένον ἐκήρυττον, ἀλλὰ πίστιν ὑγιῆ καὶ ὀρθήν. Εἰ γὰρ δόγμα διεφθαρμένον ἐκήρυττον, καὶ ἕτερα παρὰ τὸν Παῦλον ἐδίδασκον, οὐκ ἔμελλεν αὐτοῖς προχωρεῖν, ὅπερ ἐβούλοντο. Τί δὲ ἐβούλοντο; Τῆς πίστεως αὐξηθείσης καὶ πολλῶν γενομένων τῶν Παύλου μαθητῶν, εἰς μείζονα πόλεμον τὸν Νέρωνα διεγεῖραι. Εἰ δὲ ἕτερα δόγματα ἐκήρυττον, οὐκ ἂν πολλοὺς ἐποίησαν τοὺς Παύλου μαθητάς· μὴ ποιοῦντες δὲ, οὐκ ἂν παρώξυναν τὸν τύραννον. Οὐ τοίνυν τοῦτό φησιν, ὅτι διεφθαρμένα δόγματα εἰσῆγον, ἀλλ' ὅτι ἡ αἰτία, ἀφ' ἧς ἐκήρυττον, αὕτη ἦν διεφθαρμένη. Ἕτερον γάρ ἐστι λαλεῖν τὴν πρόφασιν τοῦ κηρύγματος, καὶ ἕτερον αὐτὸ τὸ κήρυγμα μὴ εἶναι ὑγιές. Τὸ μὲν γὰρ κήρυγμα οὐ γίνεται ὑγιὲς, ὅταν τὰ δόγματα ᾖ πλάνης γέμοντα· ἡ πρόφασις δὲ οὐ γίνεται ὑγιὴς, ὅταν τὸ μὲν κήρυγμα ὑγιὲς ᾖ, οἱ δὲ κηρύττοντες μὴ διὰ τὸν Θεὸν κηρύττωσιν, ἀλλ' ἢ πρὸς ἔχθραν, ἢ πρὸς χάριν ἑτέρων.

ιʹ. Οὐ τοίνυν τοῦτό φησιν, ὅτι αἱρέσεις εἰσῆγον, ἀλλ' ὅτι οὐκ ἀπὸ προφάσεως

ὀρθῆς, οὐδὲ δι' εὐλάβειαν ἐκήρυττον, ὅπερ ἐκήρυττον. Οὐ γὰρ ἵνα τὸ Εὐαγγέλιον αὐξήσωσι, τοῦτο ἐποίουν, ἀλλ' ἵνα αὐτὸ πολεμήσωσι, καὶ εἰς μείζονα αὐτὸν ἐμβάλωσι κίνδυνον· διὰ τοῦτο αὐτοῖς ἐγκαλεῖ. Καὶ ὅρα πῶς μετὰ ἀκριβείας αὐτὸ τέθεικεν· Οἰόμενοι θλίψιν, φησὶν, ἐπιφέρειν τοῖς δεσμοῖς μου. Οὐκ εἶπεν, ἐπιφέροντες, ἀλλ', Οἰόμενοι ἐπιφέρειν, τουτέστι, νομίζοντες· δεικνὺς ὅτι εἰ καὶ ἐκεῖνοι νομίζουσιν, ἀλλ' οὐκ αὐτὸς οὕτω διάκειται, ἀλλὰ καὶ χαίρει διὰ τὴν τοῦ κηρύγματος ἐπίδοσιν. Ἐπήγαγεν οὖν λέγων· Ἀλλὰ καὶ ἐν τούτῳ χαίρω καὶ