1

 2

 3

 4

 5

 6

 7

 8

7

χαρήσομαι· εἰ δὲ πλάνην τὰ δόγματα εἶχε, καὶ αἱρέσεις εἰσῆγον ἐκεῖνοι, οὐκ ἠδύνατο χαίρειν ὁ Παῦλος.

Ἐπειδὴ δὲ ὑγιὲς καὶ ἀνόθευτον τὸ δόγμα, διὰ τοῦτό φησι, Χαίρω καὶ χαρήσομαι. Τί γὰρ, εἰ ἑαυτοὺς ἀπολλύουσιν ἐκεῖνοι, ἐξ ἀπεχθείας τοῦτο ποιοῦντες; Ἀλλὰ τὰ ἐμὰ καὶ ἄκοντες αὔξουσιν. Εἶδες πόση τοῦ Παύλου ἡ δύναμις; πῶς οὐδενὶ τῶν τοῦ διαβόλου μηχανημάτων ἁλίσκεται; Καὶ οὐ μόνον οὐχ ἁλίσκεται, ἀλλὰ καὶ αὐτοῖς τούτοις αὐτὸν χειροῦται. Πολλὴ μὲν γὰρ οὖν καὶ ἡ τοῦ διαβόλου κακουργία, καὶ τῶν ἐκείνῳ διακονούντων ἡ πονηρία· ἐν προσχήματι γὰρ τοῦ τὰ αὐτὰ φρονεῖν, σβέσαι τὸ κήρυγμα ἐβούλοντο. Ἀλλ' Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, οὐ συνεχώρει τοῦτο γενέσθαι τότε. Τοῦτο γοῦν αὐτὸ ἐμφαίνων ὁ Παῦλος ἔλεγε· Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ἡμᾶς, καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Ἐκεῖνοι μὲν γὰρ τῆς παρούσης με ζωῆς ἐκβαλεῖν ἐπιθυμοῦσι, καὶ πάντα διὰ τοῦτο ὑπομένουσιν· ὁ δὲ Θεὸς οὐκ ἀφίησι δι' ὑμᾶς. Ταῦτα τοίνυν μετὰ ἀκριβείας ἅπαντα μνημονεύετε, ἵνα τοὺς ἁπλῶς καὶ ὡς ἔτυχε ταῖς Γραφαῖς κεχρημένους καὶ ἐπ' ὀλέθρῳ τῶν πλησίον, μετὰ πάσης σοφίας δύνησθε διορθοῦν. ∆υνησόμεθα δὲ καὶ μεμνῆσθαι 51.319 τῶν εἰρημένων, καὶ ἑτέρους διορθοῦν, ἂν εἰς εὐχὰς ἀεὶ καταφεύγωμεν, καὶ παρακαλῶμεν τὸν Θεὸν τὸν διδόντα λόγον σοφίας, δοῦναι καὶ σύνεσιν ἀκροάσεως, καὶ φυλακὴν τῆς πνευματικῆς ταύτης παρακαταθήκης ἀκριβῆ καὶ ἀχείρωτον. Ἃ γὰρ οὐκ ἰσχύομεν πολλάκις ἐξ οἰκείας κατορθῶσαι σπουδῆς, ταῦτα δυνησόμεθα ἀνύσαι εὐμαρῶς δι' εὐχῶν, εὐχῶν δὲ λέγω τῶν διηνεκῶν. Ἀεὶ γὰρ καὶ ἀδιαλείπτως εὔχεσθαι χρὴ, καὶ τὸν ἐν θλίψει, καὶ τὸν ἐν ἀνέσει, καὶ τὸν ἐν δεινοῖς, καὶ τὸν ἐν ἀγαθοῖς ὄντα· τὸν μὲν ἐν ἀνέσει καὶ πολλοῖς ἀγαθοῖς, ἵνα ἀκίνητα καὶ ἀμετάβλητα ταῦτα μένῃ καὶ μηδέποτε μεταπέσῃ· τὸν δὲ ἐν θλίψει καὶ πολλοῖς τοῖς δεινοῖς, ἵνα τινὰ χρηστὴν αὐτῷ ἴδῃ γενομένην μεταβολὴν, καὶ εἰς γαλήνην παρηγορίας μεταβληθῇ. Ἐν γαλήνῃ εἶ; Οὐκοῦν παρακάλει τὸν Θεὸν βεβαίαν σοι μένειν τὴν γαλήνην ταύτην. Χειμῶνα εἶδες ἐπαναστάντα; Παρακάλει ἐκτενῶς τὸν Θεὸν παρενέγκαι τὸ κλυδώνιον, καὶ γαλήνην ἀπὸ χειμῶνος ποιῆσαι. Ἠκούσθης; Ἐπὶ τούτῳ εὐχαρίστησον, ἐπειδὴ ἠκούσθης. Οὐκ ἠκούσθης; Παράμεινον, ἵνα ἀκουσθῇς. Κἂν γὰρ ἀναβάληταί ποτε τὴν δόσιν ὁ Θεὸς, οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ τῇ μελλήσει τῆς δόσεως διηνεκῶς σε παρ' ἑαυτῷ κατέχειν βουλόμενος, καθάπερ καὶ πατέρες φιλόστοργοι ποιοῦσι· καὶ γὰρ ἐκεῖνοι τῶν ῥᾳθυμοτέρων παίδων τὴν διηνεκῆ προσεδρείαν τῇ τῆς δόσεως ἀναβολῇ σοφίζονται. Οὐ χρεία σοι μεσιτῶν ἐπὶ τοῦ Θεοῦ, οὐδὲ πολλῆς τῆς περιδρομῆς, καὶ τοῦ κολακεῦσαι ἑτέρους· ἀλλὰ κἂν ἔρημος ᾖς, κἂν ἀπροστάτευτος, αὐτὸς διὰ σαυτοῦ παρακαλέσας τὸν Θεὸν ἐπιτεύξῃ πάντως. Οὐχ οὕτω δι' ἑτέρων ὑπὲρ ἡμῶν παρακαλούμενος ἐπινεύειν εἴωθεν, ὡς δι' ἡμῶν αὐτῶν τῶν δεομένων, κἂν μυρίων ὦμεν γέμοντες κακῶν. Εἰ γὰρ ἐπ' ἀνθρώπων κἂν μυρία προσκεκρουκότες ὦμεν, ὅταν καὶ ὑπὸ τὴν ἕω, καὶ μέσης ἡμέρας, καὶ ἐν ἑσπέρᾳ φαινώμεθα τοῖς πρὸς ἡμᾶς λελυπημένοις, τῇ συνεχείᾳ καὶ τῇ διηνεκεῖ τῆς ὄψεως συντυχίᾳ καταλύομεν ῥᾳδίως αὐτῶν τὴν ἔχθραν, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο γένοιτ' ἄν.

ιβʹ. Ἀλλ' ἀνάξιος εἶ; Γενοῦ τῇ προσεδρείᾳ ἄξιος. Ὅτι γὰρ καὶ τὸν ἀνάξιον

δυνατὸν ἄξιον ἐκ τῆς προσεδρείας γενέσθαι, καὶ δι' ἡμῶν αὐτῶν μᾶλλον, ἢ δι' ἑτέρων παρακαλούμενος ὁ Θεὸς ἐπινεύει, καὶ ὅτι τὴν δόσιν ἀναβάλλεται πολλάκις, οὐχ ἡμᾶς ἐξαπορῆσαι βουλόμενος, οὐδὲ κεναῖς ἐκπέμψαι χερσὶν, ἀλλ' ἵνα μειζόνων ἡμῖν ἀγαθῶν αἴτιος γένηται· τὰ τρία ταῦτα διὰ τῆς παραβολῆς τῆς σήμερον ἀναγνωσθείσης ὑμῖν πειράσομαι ποιῆσαι φανερά. Προσῆλθε τῷ Χριστῷ ἡ Χαναναία ὑπὲρ θυγατρὸς δεομένη δαιμονιζομένης, καὶ βοῶσα μετὰ πολλῆς ἐκτενείας, φησίν·