1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

2

τὰ σιτία διάφορα, ἵνα ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ μεταλαβεῖν, τὸ ἕτερον λάβῃ· κἂν ἐκεῖνο μὴ προσίηται, τὸ ἄλλο δέξηται· κἂν τοῦτο διακρούσηται, ἐπιλάβηται θατέρου, καὶ τῇ ποικιλίᾳ τῶν βρωμάτων τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον τῆς γνώμης θεραπεύσωμεν· οὕτω πολλάκις καὶ ἐπὶ τῆς πνευματικῆς ἑστιάσεως χρὴ ποιεῖν. Ὅταν ἀσθενεῖς ὦμεν, πολὺν παρασκευάσασθαι χρὴ τὸν λόγον καὶ ποικίλον, παραβολὰς καὶ παραδείγματα ἔχοντα, κατασκευὰς, καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ πάντων ῥᾳδία γένηται ἡμῖν τῶν συμφερόντων ἡ αἵρεσις. Πλὴν ἀλλ' εἰ καὶ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, οὐκ ἀπεστέρησεν αὐτοὺς τῆς διδασκαλίας τοῦ Μελχισεδέκ· τῷ μὲν γὰρ εἰπεῖν, Πολὺς καὶ ∆υσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα προθυμότεροι γένωνται περὶ τὴν ἀκρόασιν· τῷ δὲ παρασχεῖν τὴν τράπεζαν, χαρισάμενος αὐτῶν τῇ ἐπιθυμίᾳ. βʹ. Τοῦτο δὲ καὶ ἡμεῖς ποιήσωμεν· εἰ καὶ ἄπειρον τὸ πέλαγος τῶν προφητῶν, καὶ πολλὰ ἐκεῖ τὰ βάθη, 56.166 κατατολμήσωμεν τῆς θαλάττης κατὰ τὴν ἡμετέραν δύναμιν· μᾶλλον δὲ μὴ κατὰ τὴν ἡμετέραν δύναμιν, ἀλλὰ κατὰ τὴν ἄνωθεν δεδομένην ἡμῖν χάριν, οὐ διὰ τὴν ἡμετέραν παῤῥησίαν, ἀλλὰ διὰ τὴν ὑμετέραν ὠφέλειαν κατατολμήσωμεν τῆς θαλάττης, κἀν τούτῳ Παῦλον μιμούμενοι. Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐτοὺς τοῦ λόγου τοῦ κατὰ τὸν Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γοῦν, Περὶ οὗ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, ἐπήγαγεν· Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης· ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ἆρα οὐκ ἐτάραξεν ὑμῶν τὰς ἀκοὰς περὶ ἀνθρώπου διαλεγόμενος ὁ Παῦλος καὶ λέγων, Ἀπάτωρ, ἀμήτωρ; Καὶ τί λέγω, περὶ ἀνθρώπου; Εἰ γὰρ περὶ τοῦ Χριστοῦ λέγοιτο τοῦτο, οὐκ ἂν πολλὴν καὶ οὕτως ἡμῖν παρέχοι ζήτησιν; Εἰ γὰρ ἀπάτωρ, πῶς Υἱός; εἰ ἀπάτωρ, πῶς Μονογενής; Ὁ γὰρ υἱὸς ὀφείλει πατέρα ἔχειν, ἐπεὶ οὐκ ἂν εἴη υἱός. Ἀλλὰ καὶ ἀπάτωρ ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἀμήτωρ. Πῶς; Ἀπάτωρ τὴν κάτω γέννησιν, ἀμήτωρ τὴν ἄνω· οὔτε γὰρ ἐπὶ γῆς ἔσχε πατέρα, οὔτε ἐν οὐρανῷ μητέρα. Ἀγενεαλόγητος. Ἀκουέτωσαν οἱ τὴν οὐσίαν αὐτοῦ πολυπραγμονοῦντες· καίτοι τινὲς νομίζουσιν, ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο περὶ τῆς ἄνω γεννήσεως εἴρηται. Οἱ μὲν γὰρ αἱρετικοὶ οὐδὲ τοῦτο βούλονται· καὶ γὰρ καὶ ἐκείνην πολυπραγμονοῦσι καὶ περιεργάζονται· οἱ δὲ ἐπιεικέστεροι τούτων ἐκείνῃ μὲν παραχωροῦσιν, οὐκέτι δὲ καὶ περὶ ταύτης τῆς κάτω νομίζουσιν εἰρῆσθαι τὸ, Ἀγενεαλόγητος. ∆είξωμεν οὖν ὅτι περὶ ἑκατέρας γεννήσεως τοῦτο ὁ Παῦλος εἶπε, καὶ περὶ τῆς ἄνω, καὶ περὶ τῆς κάτω· καὶ γὰρ καὶ ἐκείνη φρικτὴ, καὶ αὕτη μυστικωτάτη. ∆ιὰ τοῦτο καὶ Ἡσαΐας φησὶ, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀλλὰ περὶ ἐκείνης, φησὶν, εἶπε τῆς ἄνω. Τί οὖν ἐροῦμεν Παύλῳ, ἀμφοτέρας εἰπόντι τὰς γεννήσεις, καὶ τότε ἐπαγαγόντι τὸ, Ἀγενεαλόγητος; Πρότερον γὰρ εἰπὼν, Ἀπάτωρ, ἀμήτωρ, τότε ἐπήγαγε τὸ, Ἀγενεαλόγητος, ἵνα μὴ μόνον κατ' ἐκείνην τὴν γέννησιν, καθ' ἣν ἀμήτωρ ἐστὶν, ἀλλὰ καὶ κατὰ ταύτην, καθ' ἣν ἀπάτωρ ἦν, τὴν κάτω λέγω, ἀγενεαλόγητον εἶναι πιστεύσῃς. ∆ιὰ τοῦτο ἀμφοτέρας θεὶς, τότε εἶπε τὸ, Ἀγενεαλόγητος· καὶ γὰρ καὶ αὕτη ἡ κάτω ἀκατάληπτος, ἵνα πρὸς ἐκείνην μηδὲ παρακύψαι τολμήσωμεν. Εἰ γὰρ τὰ προπύλαια τοῦ ναοῦ οὕτω φοβερὰ καὶ ἀπρόσιτα, πῶς εἰς τὰ ἄδυτά τις εἰσελθεῖν ἐπιχειρήσει; Ὅτι μὲν γὰρ ἐγεννήθη ἐκ τοῦ Πατρὸς, οἶδα· τὸ δὲ πῶς, οὐκ οἶδα. Ὅτι ἐτέχθη ἐκ τῆς παρθένου, ἐπίσταμαι· τὸν δὲ τρόπον οὐδὲ ἐνταῦθα καταλαμβάνω. Ἑκατέρας γὰρ φύσεως ἡ γέννησις ὁμολογεῖται, καὶ ἑκατέρας ὁ τρόπος σεσίγηται. Καὶ ὥσπερ ἐνταῦθα ἐπὶ τῆς παρθένου, οὐκ εἰδὼς ἐγὼ πῶς ἐκ παρθένου ἐγεννήθη, ὁμολογῶ ὅτι ἐγεννήθη, καὶ οὐκ ἀναιρῶ τὸ πρᾶγμα διὰ τὴν ἄγνοιαν τοῦ τρόπου· οὕτω καὶ σὺ ποίησον ἐπὶ τοῦ