1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

5

διηνεκοῦς δουλείας ἔμελλον εἰσακούειν; Εἰ Ἱερεμίας εἶπεν, ὅτι Ἀπελεύσεσθε εἰς Βαβυλῶνα, καὶ οὐχ ὑπήνεγκαν ἀκοῦσαι, ἀλλ' ἐτιμωρήσαντο τὸν εἰπόντα· εἰ ἤκουσαν τῶν προφητῶν εἰπόντων, ὅτι Οὐκ εἰς Βαβυλῶνα, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης διασπαρήσεσθε, καὶ οὐκέτι λοιπὸν ἐπανήξετε, οὐκ ἂν καὶ τὸ αἷμα τῶν λεγόντων ἐξέπιον; Εἰ δὲ δοκεῖ τοῦτο ἔτι στοχασμὸς εἶναι, φανερὰν ὑμῖν ἀπόδειξιν παρέχω, ὅτι οὐκ ἦν ἀσφαλὲς αὐτοῖς λέγειν τὰ μέλλοντα, τὴν ἡμετέραν τιμὴν λέγω, τὴν ἔκπτωσιν τὴν ἐκείνων. Στέφανον γὰρ, εἰπέ μοι, τὴν ἀπαρχὴν τῶν μαρτύρων, διὰ τί ἐλίθασαν; οὐ ταῦτα ἐγκαλοῦντες αὐτῷ καὶ λέγοντες, ὅτι Ὁ ἀνὴρ οὗτος λαλεῖ βλάσφημα ῥήματα; Εἶπε, φησὶν, ὅτι Ἰησοῦς καταλύσει τὸν ναὸν τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκε Μωϋσῆς, καὶ διὰ τοῦτο αὐτὸν ἐλίθασαν. Εἰ δὲ τότε οὐκ ἠνείχοντο ταῦτα ἀκούειν, καὶ ταῦτα τῶν πραγμάτων αὐτοὺς πειθόντων λοιπὸν, πῶς ἂν τῶν προφητῶν ἠνέσχοντο ταῦτα προαναφωνούντων; Ἤκουσας, ἀγαπητὲ, ὅτι διὰ τὸν ναὸν καὶ τὴν μετάθεσιν τῆς πολιτείας αὐτὸν ἐλίθασαν· ἄκουσον πῶς καὶ τῷ Χριστῷ τοῦτο προφέρουσιν ἔγκλημα. Εἶπε γὰρ, φησὶν, οὗτος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἶδες πῶς πανταχοῦ ἡ κατάλυσις τοῦ ναοῦ, καὶ ἡ μετά56.170 θεσις τῆς πολιτείας τὴν ὀργὴν αὑτοῖς ἐνεποίει; ∆ιὰ τοῦτο ἔλεγον μὲν οἱ προφῆται ταῦτα, οὐκ ἔλεγον δὲ φανερῶς. ∆ιὰ τοῦτο καὶ Παῦλον ἐβούλοντο ἀνελεῖν, ὅτι ἔπειθεν αὐτοὺς μετατίθεσθαι ἀπὸ τῆς πολιτείας Πόθεν τοῦτο δῆλον; Θεωρεῖς, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων, καὶ οὗτοι πάντες κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν τοῦ νόμου διδάσκεις. Οἱ πιστοὶ οὐκ ἠνείχοντο διδάσκεσθαι ἀποστασίαν τοῦ νόμου· καὶ οἱ οὐδέπω πιστεύσαντες πῶς ἂν ἠνέσχοντο ἀκοῦσαι, ὅτι παυθήσεται ὁ νόμος ποτέ; Ὅτι μὲν οὖν τοὺς προφήτας ἀπέκτειναν ἂν οἱ Ἰουδαῖοι, εἴ τι τοιοῦτον σαφῶς προεῖπον, ἐδείξαμεν ἀπὸ τῶν μαρτυριῶν, ἀπό τε τοῦ μακαρίου Ἱερεμίου, καὶ τοῦ πρωτομάρτυρος Στεφάνου, ἀπ' αὐτοῦ τοῦ Χριστοῦ, καὶ τοῦ ἀποστόλου Παύλου. Πᾶσι γὰρ τὰ αὐτὰ ἐγκαλοῦντες, οὕτως αὐτοὺς ἀνεῖλον. Ὅτι δὲ καὶ αὐτὰ τὰ βιβλία κατέκαυσαν ἂν τὰ προφητικὰ, εἰ συνεῖδον τὰ λεγομένα, καὶ τοῦτο παραστῆσαι πειράσομαι ἀπό τινος ἱστορίας, κεκρυμμένης μὲν ὑμῖν, δήλης δὲ ἐσομένης αὐτίκα δὴ μάλα· οὕτω γὰρ αὐτὴν ἀπαγγεῖλαι πειράσομαι. Τίς οὖν ἡ ἱστορία, ἀκούσατε. Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, εἶπε Κύριος πρὸς Ἱερεμίαν· Γράψον πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σὲ ἀπὸ τῆς ἡμέρας Ἰωσίου, ἕως τῆς ἡμέρας ταύτης· τουτέστι, πάντα τὰ κακὰ, ἃ λογίζομαι ποιῆσαι αὐτοῖς. Ὅρα τί φιλάνθρωπος ὁ Θεὸς καὶ κηδεμονικός. Ἐπειδὴ γὰρ κατὰ μέρος ἀκοῦσαι οὐκ ἠνείχοντο, Συνάγαγε, φησὶν, αὐτὰ πάντα, καὶ αὔξησον τὸν φόβον, ἵνα κἂν οὕτω βελτίους γένωνται. Μνημονεύετε τῆς ὑποσχέσεως· τὸ ζητούμενον ἡμῖν δεῖξαι, ὅτι καὶ τὰ βιβλία ἂν αὐτὰ κατέκοψαν, εἰ ἐνόησαν τὰ σήμερον ἐκβάντα πάντα. Ἴσως ἀκούσονται κακὰ δεῖ γὰρ ἔχεσθαι τῆς ἱστορίας, ἃ λογίζομαι ποιῆσαι αὐτοῖς, καὶ ἀποστραφήσονται ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς. Ἴσως, ὁ Θεὸς λέγει; ἀγνοεῖ, εἰπέ μοι, τὰ ἐσόμενα; οὐκ οἶδεν εἰ ἀκούσονται, ὁ εἰδὼς πάντα πρὶν γενέσεως, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς, ὁ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν; ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ; Τίνος δὲ ἕνεκεν ἔλεγεν, Ἴσως ἀκούσονται; Καὶ γὰρ καὶ ταῦτα ἀναγκαῖον ὑμᾶς μανθάνειν, διὰ τοὺς ἐγκαλοῦντας ἄγνοιαν τῷ Μονογενεῖ. Ἰδοὺ γὰρ καὶ ὁ Πατὴρ ἀγνοοῦντος φθέγγεται ῥήματα· τὸ γὰρ, Ἴσως, ἀγνοοῦντός ἐστιν· ἀλλ' οὐκ ἀγνοεῖ. Ὁπόταν οὖν καὶ παρὰ τοῦ Υἱοῦ ἀκούσῃς τι τοιοῦτον λέγοντος, τὴν αὐτὴν κατάδεξαι ψῆφον. Υἱὸς γὰρ ὢν, πανταχοῦ τὸν Πατέρα μιμεῖται. Ἀλλ' οἱ μὲν τῶν ἀγώνων καιροὶ τούτων ἀναμενέτωσαν, ἵνα μὴ τῆς προκειμένης ὑποθέσεως ἐκπέσωμεν· εἴπωμεν δὲ, τίνος ἕνεκεν λέγει, Ἴσως