1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

13

ἀλόγων τὸν οἰκεῖον φθόγγον διετήρησεν, ἐγὼ δὲ μόνος τῆς οἰκείας ἀπεστέρημαι φωνῆς; Καὶ τὰ ἄγρια καὶ τὰ ἥμερα, καὶ τὰ χειροήθη καὶ τὰ ἀτιθάσσευτα ζῶα ἔμεινεν ἕκαστον ἔχοντα τὴν ἐξ ἀρχῆς συγκληρωθεῖσαν αὐτοῖς φωνήν· ἐγὼ δὲ ὁ ἄρχων αὐτῶν ἠτίμωμαι; κἀκείνοις μὲν ἀκίνητοι αἱ τιμαὶ, ἐγὼ δὲ ἐξέπεσον τῶν δωρεῶν τοῦ Θεοῦ; Καὶ τί τοσοῦτον ἡμάρτηταί μοι; οὐκ ἤρκουν αἱ πρότεραι τιμωρίαι; Ἔδωκέ μοι τὸν παράδεισον, καὶ ἐξέβαλέ με τοῦ παραδείσου· ἔζων βίον ἀταλαίπωρον καὶ πόνων ἀπηλλαγμένον, κατεδίκασέ με ἱδρῶτι καὶ μόχθῳ· ἄσπαρτα καὶ ἀνήροτα πάντα μοι παρεῖχεν ἡ γῆ, ἐκέλευσεν αὐτῇ ἀκάνθας καὶ τριβόλους ἀνενεγκεῖν, καὶ εἰς αὐτήν με πάλιν ἀπέστρεψε· θανάτῳ με ἐκόλασε· τὸ τῶν γυναικῶν γένος ἐκόλασεν ὑποβαλὼν ὠδῖσι καὶ πόνοις. Οὐκ ἤρκει ταῦτα εἰς τιμωρίαν, ἀλλὰ καὶ τῆς φωνῆς με ἐξέβαλε, καὶ ταύτης ἀπεστέρησε τῆς τιμῆς, ἵνα τοὺς ὁμοφύλους καὶ ὁμογενεῖς καθάπερ θηριώδεις ἀποστρέφωμαι, τῆς φωνῆς διατειχιζούσης μοι τὴν συνουσίαν. ∆ιὰ τοῦτο ηὔξησα τὴν ἀντίθεσιν, ἵν' ὅταν ἐπαγάγω τὴν λύσιν, λαμπροτέρα γένηται ἡ νίκη. Εἰ ἐβούλετό με, φησὶν, ἐκβαλεῖν τούτων ἁπάντων, τίνος ἕνεκέν μοι αὐτὰ παρὰ τὴν ἀρχὴν ἐδίδου; Βούλεσθε ἀπ' αὐτοῦ τούτου ἐπαγάγω τὴν λύσιν, ἀπ' αὐτῆς τῆς ἀντιῤῥήσεως τῆς ψιλῆς; Τοσαύτη γὰρ τῶν ὑπὲρ τοῦ Θεοῦ δικαιωμάτων ἡ περιουσία, ὡς αὐτὴν τοῦ ἀντιλέγοντος τὴν ἀντίῤῥησιν, μηδὲν παρ' ἡμῶν προσλαμβάνουσαν, ἀρκέσαι πρὸς τὴν τῶν ἐγκλημάτων λύσιν. Εἰ ἐβούλετό με ἐκβαλεῖν πάντων τούτων, τίνος ἕνεκεν αὐτά μοι παρὰ 56.180 τὴν ἀρχὴν ἐδίδου; Καὶ γὰρ κἀγὼ τὸ αὐτὸ λέγω· εἰ ἐβούλετό σε ἐκβαλεῖν πάντων τούτων, τίνος ἕνεκεν ἐδίδου; Ὥστε ἐπειδὴ οὐκ ἐβούλετό σε ἐκβαλεῖν, διὰ τοῦτο ἔδωκέ σοι ταῦτα παρὰ τὴν ἀρχήν. Τί οὖν ἐγένετο; Οὐχ ὁ Θεός σε ἐξέβαλεν, ἀλλὰ σὺ ἀπώλεσας τὰ δοθέντα. Ἐκεῖνον θαύμαζε τῆς φιλανθρωπίας, ὅτι ἐχαρίσατο· σαυτῷ μέμφου τῆς ῥᾳθυμίας, ὅτι τὸ δῶρον οὐκ ἐφύλαξας. Ὥστε δῆλον, ὅτι οὐχ ὁ παρακαταθέμενος αἴτιος, ἀλλ' ὁ τὴν παρακαταθήκην προδοὺς ἐγκλημάτων ὑπεύθυνος. Ὅτι γὰρ ἐφίλει, καὶ φιλάνθρωπος ἦν, καὶ ἐβούλετο χαρίσασθαι, ἔδειξεν, οὐδενὸς δὲ ἀναγκάζοντος, οὐδὲ βίαν ἐπιτιθέντος, οὐ τὰ κατορθώματά σου θαυμάσας, οὐκ ἔχων σοι πόνων ἀμοιβὴν ἀποδοῦναι· ἀλλ' εὐθέως πλάσας, εὐθέως εἰς τὴν ἀρχὴν μετήγαγε ταύτην, ἵνα δείξῃ, ὅτι οὐκ ἀντίδοσις ἀμοιβῆς ἡ δωρεὰ, ἀλλὰ γυμνὴ ἡ χάρις ἦν. Εἰ δὲ οὐκ ἐφύλαξας τὰ δοθέντα, σαυτὸν αἰτιῶ, μὴ τὸν δεδωκότα τὴν δωρεάν. Ἆρ' οὖν τοῦτο μόνον ἔχομεν εἰπεῖν ὑπὲρ τοῦ ∆εσπότου; Ἱκανὴ μὲν οὖν καὶ αὕτη ἡ ἀπολογία· ἀλλ' ἡ ἄπειρος αὐτοῦ ἀγαθότης καὶ ἡ ἄῤῥητος φιλανθρωπία καὶ ἑτέραν ἡμῖν περιουσίαν δικαιωμάτων παρέχει. Οὐδὲ γὰρ τοῦτο μόνον ἔστιν εἰπεῖν, ὅτι αὐτὸς μὲν ἔδωκε, σὺ δὲ ἀπώλεσας· ἀπήλλακται μὲν γὰρ καὶ οὕτω τῶν ἐγκλημάτων ὁ δοὺς, μᾶλλον δὲ καὶ μεγίστου θαύματός ἐστιν ἄξιος, ὅτι καὶ προειδὼς ὅτι ἀπολεῖς, οὐκ ἀπεστέρησέ σε τῆς δωρεᾶς· πλὴν ἀλλὰ καὶ ἕτερον πολλῷ μεῖζον ἔχω τούτων εἰπεῖν. Τί δὲ τοῦτό ἐστιν; Ὅτι καὶ μετὰ τὸ ἀπολέσαι ἐξ οἰκείας ῥᾳθυμίας, πάλιν ἀποδέδωκέ σοι τὰ ἀπολωλότα· μᾶλλον δὲ οὐ τὰ ἀπολωλότα μόνον, ἀλλὰ καὶ πολλῷ μείζονα τούτων. Ἀπώλεσας μὲν γὰρ παράδεισον, ἔδωκε δέ σοι τὸν οὐρανόν. Ὁρᾷς πῶς μείζων ἡ ἐμπορία τῆς ζημίας, πῶς πλείων ὁ πλοῦτος; Ἔδωκέ σοι τὸν οὐρανὸν, ἵνα καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, καὶ τὸν διάβολον δάκῃ, δεικνὺς ὅτι κἂν μυρία τῷ τῶν ἀνθρώπων ἐπιβουλεύσῃ γένει, οὐδὲν ἔσται πλέον αὐτῷ, τοῦ Θεοῦ πρὸς μείζονα ἀεὶ τιμὴν ἡμᾶς ἀνάγοντος. Ἀπώλεσας τοίνυν παράδεισον, καὶ ἀνέῳξέ σοι ὁ Θεὸς τὸν οὐρανόν· κατεδικάσθης πόνῳ προσκαίρῳ, καὶ ἐτιμήθης ζωῇ αἰωνίῳ· ἐκέλευσε τῇ γῇ ἀκάνθας καὶ τριβόλους ἐνεγκεῖν, καὶ ἐβλάστησέ σοι καρπὸν Πνεύματος ἡ ψυχή. δʹ. Καὶ σκόπει μοι τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, μέχρι πόσου κατέβη. Ἐν τοῖς ἀπολλύουσί τινα τῶν οἰκείων κτημάτων, κἂν μείζονα λάβωσι καὶ πολυτελέστερα, ἐκεῖνα τὰ ἀπολωλότα