1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

16

ἡμετέρας εὐγενείας, ἀπὸ τῆς εὐτελοῦς ἡμᾶς καλεῖ φύσεως, γῆν ἡμᾶς ὀνομάζων. Ἐπεὶ οὖν καὶ ἐνταῦθα μέλλει τινῶν κατηγορήσειν τῶν τὸν πύργον οἰκοδομησάντων, τῶν εἰς ἀπόνοιαν ἐπαρθέντων, τῶν μείζονα ἔννοιαν λαβόντων τῆς οἰκείας ἀξίας, μέλλει δὲ αὐτῶν κατηγορεῖν ἀπόνοιαν, διὰ τοῦτο ἀπὸ τῆς εὐτελοῦς αὐτοὺς ἐκάλεσεν οὐσίας εἰπών· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν. Καὶ ἵνα μάθητε, ὅτι οὕτω καλεῖ ἡμᾶς, ὅταν ἁμάρτωμεν, τὸν Ἀδὰμ μετὰ τὴν ἁμαρτίαν οὕτως ἐκάλεσεν εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ μὴν οὐκ ἦν γῆ μόνον, ἀλλὰ καὶ ἀθάνατον εἶχε ψυχήν. Τίνος οὖν ἕνεκεν γῆν αὐτὸν ἐκάλεσεν; Ἐπειδὴ ἥμαρτεν. Ὅτε γοῦν ἔπλαττεν αὐτὸν, οὐκ ἐκάλεσεν αὐτὸν οὕτως· ἀλλὰ τί; Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς. Καὶ ἔσται ὁ φόβος αὐτῶν καὶ ὁ τρόμος ἐπὶ πᾶσαν τὴν γῆν. Ὁρᾷς οἷα τὰ προέδρια τῆς φύσεως; οἷαι αἱ τιμαί; οἷα τὰ ἐγκώμια; Ἀλλὰ πρὸ τῆς ἁμαρτίας· μετὰ δὲ τὴν ἁμαρτίαν λοιπὸν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἄκουσον δὲ καὶ τοῦ Μαλαχίου τοῦτο αἰνιττομένου, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου· Ἰδοὺ γὰρ ἀποστέλλω ὑμῖν, φησὶν, Ἠλίαν τὸν Θεσβίτην. Τίνος οὖν ἕνεκεν ἀποστέλλει; Ὥστε ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱόν. Ἐπειδὴ γὰρ μέλλει τὸ δικαστήριον ἐφίστασθαι τὸ φοβερὸν ἐκεῖνο καὶ φρικῶδες, ἵνα μὴ ἀναπολογήτους λαβὼν ὑπὸ τὰς εὐθύνας ὁ δικαστὴς κατακρίνῃ τινάς· ἵνα ἐλθὼν μὲν ἐκεῖνος καὶ προειπὼν, ὅτι ἐγγὺς ἐπὶ θύραις ἡ παρουσία, σωφρονεστέρους ποιήσῃ τοὺς ἀνθρώπους· καὶ γὰρ τὰ πρὸ πολλῶν χρόνων εἰρημένα εἰς ὀλιγωρίαν ἐμπίπτειν εἴωθεν· ἀνανεῶν τοίνυν τὴν μνήμην ἡμῶν ἔρχεται ἐκεῖνος ὁ προφήτης. Ἀλλ' ὅτι γῆ καλοῦνται οἱ ἁμαρτάνοντες, τοῦτο ἀποδεῖξαι χρὴ νῦν. ςʹ. Εἰπὼν τοίνυν, Ὅπως ἐπιστρέψῃ καρδίαν πατρὸς πρὸς υἱὸν, ἐπήγαγε· Μή ποτε ἐλθὼν πατάξω τὴν γῆν ἄρδην· πατάσσει δὲ τοὺς ἁμαρτάνοντας. Ὁρᾷς τοὺς ἁμαρτάνοντας γῆν καλουμένους; Πάλιν ἀλλαχοῦ περὶ τοῦ Χριστοῦ διηγούμενος ὁ προφήτης, οὕτως ἔλεγεν· Ἔσται δικαιοσύνῃ περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ· οὐχ ὅτι πλευρὰ καὶ ὀσφὺς περὶ τὸν Θεόν· ἀσώματον γὰρ τὸ Θεῖον· ἀλλὰ τὸ ἀδέκαστον καὶ ἀπαραλόγιστον τῆς τοῦ δικαστοῦ κρίσεως διὰ τούτων ἡμῖν ἐμφαίνει· καὶ ὅτι οὐδαμοῦ συκοφάνται λοιπὸν, οὐδὲ οἱ ἐπηρεάζοντες, οὐδὲ ἡ διὰ τῶν χρημάτων διαφθορὰ, οὐδὲ ἄγνοια τοῦ δικαίου. Ἐν τούτοις μὲν γὰρ τοῖς δικαστηρίοις καὶ ἀνεύθυνος κολάζεται, καὶ ὑπεύθυνος διαφεύγει· διέφθαρται γὰρ πολλαχοῦ τὸ δίκαιον· ἐπειδὰν δὲ ὁ δίκαιος κριτὴς καὶ ἀπαραλόγιστος παραγένηται, ὁ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ περιειλημμένος τὰς πλευρὰς αὐτοῦ, τῶν δικαίων μετὰ ἀκριβείας ἅπαντες τεύξονται. Καὶ 56.184 πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Καὶ ἵνα μάθῃς, ὅτι οὐ περὶ τῆς γῆς λέγει, ἀλλὰ περὶ ἁμαρτωλῶν, ἐπήγαγεν, ὅτι Καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς. Ὁρᾷς ὅτι καὶ ἐνταῦθα τοὺς ἁμαρτωλοὺς ἐκάλεσε γῆν; Ταῦτ' οὖν εἰδὼς, ὅταν ἀκούσῃς, ὅτι Ἡ γῆ πᾶσα ἦν χεῖλος ἓν, τὴν ἀνθρωπίνην πάλιν ἐννόει φύσιν· ἀναμιμνήσκει γὰρ τῆς οἰκείας εὐτελείας ἡμᾶς· καὶ γὰρ μέγα ἀγαθὸν τὴν οἰκείαν ἐπισκέπτεσθαι συγγένειαν, καὶ εἰδέναι πόθεν συνεστήκαμεν. Ἀρκοῦσα αὕτη διδασκαλία ταπεινοφροσύνης, ἡ τῆς φύσεως ἐπίσκεψις· πάντα τὰ πάθη καταστεῖλαι δύναται, καὶ ποιῆσαι γαλήνην ἐν διανοίᾳ. ∆ιὰ τοῦτο παρῄνει τις λέγων· Πρόσεχε σεαυτῷ· ἀναλόγισαι τὴν φύσιν σου καὶ τὴν κατασκευὴν, καὶ ἀρκεῖ σοι τοῦτο πρὸς τὸ κατεστάλθαι διηνεκῶς. ∆ιὰ τοῦτο ὁ δίκαιος ἐκεῖνος Ἀβραὰμ διαπαντὸς τοῦτον εἶχε τὸν λογισμὸν ἐν ἑαυτῷ, καὶ οὐδέποτε μέγα ἐφρόνει. Ὁ γοῦν Θεῷ διαλεγόμενος, καὶ παῤῥησίας τοσαύτης ἀπολαύων, καὶ μαρτυρηθεὶς παρ' αὐτοῦ ἐπὶ ἀρετῇ, ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Καὶ ἄλλος