1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

4

εἰπόντος· Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος; Ἐπιστησάτω δὲ ἕκαστος τὸν νοῦν ἑαυτοῦ, ἀποθέμενος πᾶσαν βιωτικὴν μέριμναν. Εἶπεν ὁ Κύριος· Βλέπετε, μὴ πλανηθῆτε. Πολλοὶ γὰρ ἐπὶ τῷ ὀνόματί μου ἐλεύσονται λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς πλανήσουσι. Καὶ πάλιν· Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀλλ' ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτοὺς, φησί· τουτέστι, ἀπὸ τῶν λόγων, ἐκ τῆς ψευδοπροφητείας, ἐκ τῆς ὑποκρίσεως αὐτῶν, ἐκ τῆς κακοδοξίας αὐτῶν, ἐκ τῆς βλασφημίας αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ γὰρ δύναται δένδρον σαπρὸν ποιεῖν καρποὺς καλούς. Πᾶν γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ ἐπιγινώσκεται. Οὕτω καὶ ὑμεῖς τοὺς τοιούτους ἐκ τῶν καρπῶν τῶν ἰδίων ἐπιγνώσεσθε· καὶ ἐπιγνόντες, μὴ παραλαμβάνετε αὐτοὺς εἰς οἰκίαν, μὴ ὑποκάμψητε, μὴ ἀξιώσητε λόγου, μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν αὐτῶν· ἀλλὰ προσέχετε ἀπὸ τῆς ζύμης αὐτῶν, ἤγουν τῆς αἱρέσεως αὐτῶν. Μηδεὶς ἐξ ὑμῶν ἀποκακήσῃ, ἢ παρέργως ἀκούσῃ· Θεὸς γὰρ ὁ λαλῶν. Ἀκούσατε, οἱ ποιμένες, τὰς φωνὰς τοῦ Ἀρχιποιμένος· ἀκούσατε, πῶς ἀποκαλύπτει καὶ θριαμβεύει εἰς τοὺς κρυφίους λύκους· ἀκούσατε καὶ προσέχετε καὶ ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κλέπτας. Ὁ γὰρ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλ' ἀναβαίνων ἀλλαχόθεν, κλέπτης ἐστὶ καὶ λῃστής. Καὶ πάλιν περὶ αὐτῶν λέγει· Ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστι. Καὶ πάλιν πρὸς αὐτοὺς ἔλεγεν· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ. Οὐαὶ ὑμῖν, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν. 59.557 ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Καὶ ἀλλαχοῦ πάλιν· Ὑμεῖς οὐκ ἔστε ἐκ τῶν προβάτων τῶν ἐμῶν. Ὁρᾷς πῶς πανταχοῦ ὁ ∆εσπότης στηλιτεύει καὶ θριαμβεύει τοὺς ἀσεβεῖς, ὅπως ἡμεῖς μὴ πλανηθῶμεν; Ὢ τῆς ἀφράστου συγκαταβάσεως· ὢ τῆς ἀνεικάστου ἀγαθότητος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων τούτων; τί ἀπολογησόμεθα τῷ ἀρχιποιμένι; Ὦ ποιμένες καὶ συμποιμένες· ἰδοὺ γὰρ ὀλίγα ἐκ τῶν πολλῶν. Πῶς πανταχοῦ ἀσφαλιζόμενος ὁ ∆εσπότης διὰ τῶν ἀχράντων Εὐαγγελίων βοᾷ· Βλέπετε, γρηγορεῖτε, προσέχετε, σπουδάσατε, ἀγωνίσασθε; Καὶ οὐ μόνον διὰ τῶν Εὐαγγελίων βοᾷ, ἀλλὰ καὶ διὰ τῶν θεοφόρων προφητῶν, καὶ τῶν θεολόγων μαθητῶν τὰ ὅμοια φθέγγεται· ἐν πᾶσι γὰρ αὐτοῖς λαλεῖ ὡς βούλεται· καὶ μαρτυρεῖ μοι ὁ Παῦλος λέγων· Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. ∆εῦρο τοίνυν παραγάγωμεν εἰς μέσον τοὺς θεολόγους, καὶ ἀκούσωμεν ἐξ αὐτῶν τί περὶ αἱρετικῶν παραγγελοῦσιν ἡμῖν. Εἰπὲ, μακάριε Πέτρε, ὃν ἐμακάρισεν ὁ Κύριος Θεὸς ἡμῶν Ἰησοῦς Χριστός· εἰπὲ ἡμῖν περὶ τῶν πλανώντων καὶ μελλόντων πλανᾷν τὴν τοῦ Χριστοῦ ποίμνην, ἥν σοι παρέδωκε καὶ ἐπίστευσεν ὁ ἀρχιποίμην καὶ ἐπίσκοπος τῶν ψυχῶν ἡμῶν· εἰπὲ, ὅσα σοι τὸ Πνεῦμα τὸ ἅγιον ἐχορήγησεν, καὶ στήριξόν σου τὴν ποίμνην· δεῖξον ἡμῖν τοὺς κρυφίους λύκους, καθὼς ὁ καθηγητής σου Χριστὸς ὁ Κύριος. Πέτρος εἶπε· Τοῦτο πρῶτον γινώσκετε, ὅτι ἐλεύσονται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας πορευόμενοι. Καὶ πάλιν λέγει· Καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς ∆εσπότην ἀρνούμενοι. Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις· οἷς τὸ κρῖμα οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει· κατάρας τέκνα, καταλείποντες τὴν εὐθεῖαν ὁδόν. Ταῦτα Πέτρος ἐφθέγξατο, Πέτρος ὁ μακάριος ἀληθῶς, Πέτρος τῆς πίστεως ἡ πέτρα, ἐφ' ἧς ᾠκοδόμησεν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, Πέτρος ὁ τὰς κλεῖς τῶν οὐρανῶν κατέχων, Πέτρος ὁ κατὰ κυμάτων πεζεύσας, ὁ θερμὸς ἐραστὴς τοῦ ∆εσπότου Χριστοῦ, ὁ τὸν Σίμωνα τὸν μάγον ἐν τῇ Ῥώμῃ ῥίψας, ὡς κορυφαῖος καὶ πρωτοστάτης τὸν πρῶτον λῃστὴν καὶ μαθητὴν τοῦ