1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

10

καὶ Ἄρχοντι τῶν ἀρχόντων· αὐτῷ συνέθου καὶ ὡμολόγησας, καὶ συνετάξω ἐπὶ πολλῶν μαρτύρων· λοιπὸν ἐν τῇ χειρὶ αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου. Τὸ λοιπὸν προσδέχου αὐτὸν ἐρχόμενον ἐκ τῶν οὐρανῶν ἐπιφερόμενόν σου τὸ γραμματεῖον, τὰ ῥήματα ἐκ τοῦ στόματός σου ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων. Ὅρα, ἀδελφὲ, καὶ φύλαξον τοῦ λοιποῦ ἀπὸ τῶν ἐθνικῶν πραγμάτων. Ἀκούσατε τοῦ Ἀποστόλου λέγοντος· Τοῦτο οὖν λέγω, καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοῦ αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν. Προσέχετε τοῖς λεγομένοις, ἀγαπητοὶ, καὶ μὴ συναναμίγνυσθε τοῖς τοιαῦτα πράττουσι. Πολλοὶ γάρ εἰσι τῆς ἀπωλείας μαθηταὶ, καὶ ἔτι πληθυνθήσονται. Βλέπετε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι, καὶ ὁ καιρὸς τοὺς ἰδίους ὑπηρέτας προχειρίζεται. ηʹ. Καὶ μὴ θαυμάσῃς, ἐὰν οἱ ποιμένες λύκοι γίνωνται. Πρὸς γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους διαλεγόμενος Παῦλος ὁ ἀπόστολος ἔλεγεν, ὅτι Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Ὥστε μηδεὶς πλανάτω ὑμᾶς, ἔχων ἔξωθεν σχῆμα ἀγγελικὸν, καὶ ἔσωθεν διαβολικόν. ∆ιὰ τοῦτο ὁ Ἰησοῦς ἔλεγεν· Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Κἀγὼ δὲ πάλιν τὰ ὅμοια ἐρῶ· βλέπετε μή τις ὑμᾶς πλανήσῃ, μήτε ἀπὸ τῶν ἔσωθεν, μήτε ἀπὸ τῶν ἔξωθεν, μὴ ἐπίσκοπος, μὴ πρεσβύτερος, μὴ διάκονος, μὴ ἀναγνώστης, ἤ τις ἐὰν ᾖ λαλῶν διεστραμμένα· Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· οἵτινες ἔχουσιν μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Ὑμεῖς δὲ, ἀγαπητοὶ, μὴ πλανηθῆτε, ἀλλ' ὡς παρελάβετε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐν αὐτῷ περιπατεῖτε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν. Καὶ περὶ μὲν τούτων ἐνταῦθα ἀποδώσω τὸν λόγον· μικρὰ δὲ διαλεχθεὶς περὶ σημείων τῆς συντελείας, καταπαύσω. Ὅταν δὲ ἄρξωμαι λαλεῖν περὶ τῆς συντελείας, φρίκη μοι ἐπέρχεται, καὶ ἐξίσταμαι. Πάντα μὲν τὰ τοῦ Κυρίου θαυμαστὰ, μεγάλα καὶ φοβερὰ καὶ ἔνδοξα· τὸ δὲ τέλος τῆς συντελείας καὶ τὸ τῆς δευτέρας αὐτοῦ παρουσίας μυστήριον, ὑπὲρ λόγον καὶ νοῦν καὶ ἔννοιαν, ὑπερβαίνει πᾶσαν διήγησιν, καὶ καταπλήττει πᾶσαν ἀκοήν. Μέγας δὲ ἀγὼν καὶ πολὺς πόθος τῶν μαθητῶν, ἀκούειν παρὰ τοῦ διδασκάλου σημεῖα περὶ τῆς συντελείας. Ὡς γὰρ πολλάκις ἠκούσατε τοῦ Εὐαγγελίου λέγοντος, ὅτι Καθημένου τοῦ Ἰησοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ μαθηταὶ αὐτοῦ κατ' ἰδίαν λέγοντες· Εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος. Ὅρα τὸ σοφὸν καὶ συνετὸν τῶν μαθητῶν. Ὅταν μέγα τι ἐβούλοντο ἐρωτᾷν, οὐ πάντες αὐτῷ προσέρχονται, ἀλλὰ κατ' ἰδίαν, καί φασιν· Εἰπὲ ἡμῖν, ∆έσποτα, καὶ τὸ, εἰπὲ ἡμῖν, ἀγαθέ· εἰπὲ ἡμῖν, καρδιογνῶστα· εἰπὲ ἡμῖν, ὁ γινώσκων τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· εἰπὲ ἡμῖν, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν· εἰπὲ ἡμῖν, ὁ ποιητὴς τῶν αἰώνων· εἰπὲ ἡμῖν, ὁ Πατὴρ τοῦ μέλλοντος αἰῶνος· εἰπὲ ἡμῖν, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος, ὅταν μέλλῃς ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς πάσης τῆς οἰκουμένης· ὅταν καταργήσῃς πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· ὅταν καμφθῇ σοι πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων καὶ καταχθονίων· Εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς παρουσίας σου, ὅπως καὶ ἡμεῖς διδάξωμεν πάντα τὰ ἔθνη τὴν παράδοξόν σου παρουσίαν. Ὁ δὲ Κύριος εἶπεν αὐτοῖς· Βλέπετε, μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός. Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ· ὅτι ὁ καιρὸς ἐγγύς ἐστι. Ὅπερ νῦν ἡμεῖς θεωροῦμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, 59.563 τότε εἶπεν, Ὅτι καιρὸς ἐγγύς ἐστι· νῦν ἔστηκε, καὶ πάντες θεωροῦμεν. Ὁρᾷς, πόση σπουδὴ τοῦ ∆εσπότου περὶ ψευδοδιδασκάλων καὶ αἱρετικῶν τοῦ ἀπογυμνῶσαι, καὶ δεῖξαι ἡμῖν τὸν κεκρυμμένον