1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

ἐν αὐτοῖς δόλον; ∆ιὸ καὶ πρὸ τῶν σημείων ἐν τῇ ἐρωτήσει τῶν μαθητῶν, τούτους προήγαγεν ὡς λύκους τῆς ποίμνης καὶ τοῦ Ἀντιχρίστου προδρόμους· εἶτα προεῖπε τὰ ἀκόλουθα, πολέμους καὶ ἀκαταστασίας, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλείαν ἐπὶ βασιλείαν· ἅπερ ὁρῶντες νῦν, οὐ συνίεμεν, βλέποντες κατὰ τόπους πολέμους, καὶ λιμοὺς, καὶ φόβητρα, καὶ σημεῖα ἀπὸ τοῦ οὐρανοῦ, καὶ τὰ λοιπὰ ἅπερ εἴρηκεν, τὰ πλεῖστα ὁρῶντες, οὐ συνίεμεν. Τότε, φησὶ, σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι. Καὶ ποῦ νῦν οὐκ ἔστι προδοσία; οὐχὶ πάντες σχεδὸν κατ' ἀλλήλων γεγόνασι, καὶ μισοῦσιν ἀλλήλους; Καὶ τοῦτο πεπλήρωται, καθὼς ὁρῶμεν. Οὐχὶ πάντες κατ' ἀλλήλων γεγόνασιν, ἔθνος ἐπὶ ἔθνος, βασιλεία ἐπὶ βασιλείαν, ἄρχοντες κατὰ τῶν ὁμοίων, ἐπίσκοποι κατὰ ἐπισκόπων, πρεσβύτεροι κατὰ πρεσβυτέρων, καὶ διάκονοι κατὰ διακόνων, ἀναγνῶσται κατ' ἀλλήλων, λαϊκοὶ κατὰ λαϊκῶν; ∆ιὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. ∆ιὰ τοῦτο προεῖπεν ὁ ∆εσπότης· Ἐρευνᾶτε τὰς Γραφὰς, καὶ, Οὐ μὴ πλανηθῆτε. Ἕτερον δὲ πάλιν σημεῖον προέθηκεν λέγων· Καὶ κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι. Καὶ τότε προσδέχου τὸ τέλος, προσδόκα ἰδεῖν βδέλυγμα τῆς ἐρημώσεως, τὸν υἱὸν τῆς ἀπωλείας, δι' ὃν γενήσεται θλίψις πολλὴ καὶ μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς τοῦ κόσμου. Καὶ πάλιν λέγει· Ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, ὥστε, εἰ δυνατὸν, πλανῆσαι καὶ τοὺς ἐκλεκτούς. Ὅρα δὲ, πῶς ἄνω καὶ κάτω τοὺς ψευδοπροφήτας καὶ ψευδοδιδασκάλους καὶ ψευδαποστόλους τοῦ Ἀντιχρίστου υἱοῦ τῆς ἀπωλείας, οἵτινες διὰ τῶν ἀκαθάρτων πνευμάτων προχειριζόμενοι, καὶ ὑπ' αὐτῶν ἐνεργούμενοι, πρόδρομοι γίνονται τοῦ Ἀντιχρίστου καὶ ἀντικειμένου· καὶ διὰ τῶν ἰδίων δογμάτων ἀπατήσουσι, καὶ ἑτοιμάσουσι λαὸν ἐπιτήδειον πρὸς ὑποδοχὴν τοῦ υἱοῦ τῆς ἀπωλείας. θʹ. ∆ιὰ τοῦτο ἡ θεία Γραφὴ, ἀδελφοὶ, ἄνω καὶ κάτω κράζει ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. ∆ιὰ τοῦτο καὶ ὁ ∆εσπότης ἐπήγαγε τὸ, Ἰδοὺ προείρηκα ὑμῖν. Νοεῖν δὲ ἡμᾶς χρὴ τὸν νοῦν ἑκάστης λέξεως. Ἰδοὺ προείρηκα ὑμῖν· τουτέστιν, ἀπάρτι πρόφασιν οὐκ ἔχετε. Ἰδοὺ προείρηκα ὑμῖν· ἐὰν πλανήσωσί τινα ἐξ ὑμῶν, ἀσύγγνωστος ἔσται. Ἰδοὺ προείρηκα ὑμῖν· εὔλογον πρόφασιν οὐδεὶς ἔχει. Ἰδοὺ προείρηκα ὑμῖν πάντα· Βλέπετε, μὴ πλανηθῆτε. Ὁρᾶτε, μὴ ἄλλον ψευδόχριστον δέξησθε ἀντὶ ἐμοῦ τοῦ ἀληθινοῦ. Πολλοὶ γὰρ ἐλεύσονται ἐν τῷ ὀνόματί μου, λέγοντες· ὅτι Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι· καὶ, Ὁ καιρὸς ἐγγύς ἐστι. Μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. Ὁρᾶτε, πόσος ὁ λόγος ἐν ἁγίαις Γραφαῖς περὶ τῶν τοιούτων. ∆ιὰ τοῦτο πολλάκις ὑμᾶς ὑπέμνησα περὶ τῶν ἀθέων αἱρετικῶν, καὶ τανῦν παρακαλῶ, τοῦ μὴ συγκαταβῆναι αὐτοῖς ἔν τινι πράγματι, μὴ ἐν βρώμασιν, ἢ ἐν πόμασιν, ἢ φιλίᾳ ἢ σχέσει, ἢ ἀγάπῃ ἢ εἰρήνῃ. Ὁ γὰρ ἐν τούτοις ἀπατώμενος, καὶ συγκαταβαίνων αὐτοῖς, ἀλλότριον ἑαυτὸν καθίστησι τῆς καθολικῆς Ἐκκλησίας. Ὁ δὲ ἀληθινὸς καὶ ἄδολος μαθητὴς τοῦ Θεοῦ μετὰ παῤῥησίας κράζει· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω· καὶ τὰ τοῦ ∆αυῒδ ψάλλει· Κύριε, οὐχὶ τοὺς μισοῦντάς σε ἐμίσουν, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς. Φρίξατε καὶ τρομάξατε οἱ τὰς ἀγάπας μετ' αὐτῶν ποιοῦντες, καὶ διορθώσασθε, ἵνα μὴ ἀπόλησθε ταῖς ἀσεβείαις αὐτῶν. Ἁρμόζει δὲ καὶ ἐνταῦθα τὸ, Ἰδοὺ προείρηκα ὑμῖν. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, τὰ περὶ τῆς συντελείας ἀναπληροῦντες. Καὶ ἵνα συντόμως εἴπω· τὰ προειρημένα σημεῖα ἐπληρώθησαν· λοιπὸν χρὴ ἕτοιμον εἶναι καὶ παρεσκευασμένον, καὶ μὴ πολυπραγμονεῖν πλεῖον τῶν γεγραμμένων. Πολλοὶ ἀμαθεῖς καὶ ἀστήρικτοι γεγόνασιν οἱ στρεβλοῦντες