1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

12

τὰς θείας Γραφάς· ὅρα δὲ σὺ, μὴ πιστεύσῃς αὐτοῖς. Πολλὴ κακία, πολλὴ πονηρία ἐκκέχυται ἐπὶ τῆς γῆς, πολλὰ σκάνδαλα· Βλέπε δὲ σὺ, μὴ ἀπατηθῇς· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερὰ, ἀλλ' ὁδῷ βασιλικῇ βάδιζε. Ἔχεις πολλοὺς πιστοὺς, ἀγαπητὲ, εἰ καὶ μὴ ἐπὶ γῆς, ἀλλ' ἐν οὐρανῷ, μεθ' ὧν πάντοτε συνεῖναι σπεῦσον. Ἔχεις ἐκεῖ πανηγύρεις ἀγγέλων, ἔχεις πατριάρχας, προφήτας, ἀπο 59.564 στόλους, εὐαγγελιστάς· ἔχεις μάρτυρας, ὁσίους ὁμολογητὰς, καὶ τοὺς ἐν μοναχικῷ βίῳ διαπρέψαντας, πλῆθος πολὺ, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς. Τούτους πόθησον, τούτους μίμησαι, τούτων μὴ χωρίζου, τούτων τὴν μνήμην ἐν τῇ καρδίᾳ σου ἔχε νυκτὸς καὶ ἡμέρας, πάντοτε ἐν ταῖς χερσί σου τὰς τούτων βίβλους κατέχων ἀναγίνωσκε, ὅπως εὕρῃς πολλὴν ὠφέλειαν. Γίνου ἔμπορος λόγου δικαιοσύνης, ἵνα δύνῃ τοὺς ἀντιλέγοντας ἐλέγχειν, καὶ τοῖς μυθολόγοις ἐπιτιμᾷν, καὶ τοὺς αἱρετικοὺς ἐπιστομίζειν, καὶ τοὺς παραπίπτοντας νουθετεῖν καὶ ἐπιστρέφειν. Ἐρεύνα τὰς θείας Γραφὰς, ἵνα ὅταν ἴδῃς ἀκαταστασίαν καὶ σύγχυσιν, μὴ καταπέσῃς, ἀλλ' ἐπὶ τὴν θείαν Γραφὴν καταφύγῃς. Ὅρα δὲ, μὴ χαυνωθῇς, μηδὲ σαλευθῇς ἀπὸ τοῦ νοός σου. Ὅταν ἴδῃς πολλοὺς ἀσυνετοῦντας, μὴ ξενίζου· δεῖ ταῦτα γενέσθαι. Ὅταν ἴδῃς πολλοὺς ψευδοπροφήτας, ὑπομνήσθητι τοῦ ∆εσπότου λέγοντος, ὅτι Ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται. Ὅταν πλανολόγους, ὑπομνήσθητι τοῦ προφήτου λέγοντος· Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Ὅταν ἴδῃς τοὺς εὐλαβεῖς καὶ πιστοὺς καὶ σοφοὺς ἐξουδενουμένους, τοὺς δὲ ἐναγεῖς καὶ ἀλαζόνας καὶ προδότας καὶ πόρνους προχειριζομένους, ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Ὅταν ἴδῃς τὴν ἁγίαν Γραφὴν βδελυχθεῖσαν ὑπὸ τῶν εἶναι δοκούντων Χριστιανῶν, καὶ τοὺς λαλοῦντας τὸν λόγον τοῦ Θεοῦ μισηθέντας, ὑπομνήσθητι τοῦ Κυρίου εἰπόντος· Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Ὅταν ἴδῃς λαοὺς ἐπισυντρέχοντας πρὸς τοὺς μυθολόγους καὶ φυλακτογράφους, καὶ γενεαλογίας, καὶ μαντείας, καὶ διδασκαλίας δαιμόνων, καὶ ἐπερωτήσεις πνευμάτων ἀκαθάρτων, μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς. Κἂν ἐκ τῶν δοκούντων εἶναι ποιμένων ἐὰν ἴδῃς ταῦτα πράσσοντας, μὴ ἀπογνώσῃς, ἀλλὰ δακρύσας ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμόνων ἀκαθάρτων. Καὶ πάλιν λέγει· Ἔσται καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσι ἑαυτοῖς διδασκάλους, κλυθόμενοι τὴν ἀκοήν· καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. ιʹ. Ὅταν ἴδῃς ἄριστα πολυτελῆ, καὶ δεῖπνα, καὶ τρυφὴν, καὶ ἀπάτην, καὶ θόρυβον, καὶ ἀτάκτους φωνὰς, ὑπομνήσθητι τοῦ Κυρίου λέγοντος· Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε. Ὅταν ἴδῃς χορεύοντας, καὶ παίζοντας, καὶ τὰ ᾄσματα τῶν δαιμόνων καταλέγοντας, στέναξον, καὶ δακρύσας ὑπομνήσθητι τοῦ ∆αυῒδ λέγοντος· Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· καὶ τοῦ προφήτου Ἡσαΐου λέγοντος· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες ὀψὲ, μετὰ κιθαρῶν, καὶ ψαλτηρίων, καὶ τυμπάνων, καὶ αὐλῶν, τὸν οἶνον πίνοντες· τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐ βλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Καὶ ἁπλῶς πᾶν σκάνδαλον θεωρῶν γινόμενον, ὑπομνήσθητι τοῦ ∆εσπότου λέγοντος· Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνένδεκτον δέ ἐστι μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι' οὗ ἔρχεται. Ἀλλὰ τί φασιν οἱ βαρυκάρδιοι, οἱ ζητοῦντες τὸ ψεῦδος; οὐκ ἔστι κακὸν, λέγοντες, τὸ μετεωρίζεσθαι· τί γὰρ βλάπτει ἡ