1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

16

σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι προσδεχόμενοι 59.568 τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μέμνησθέ μου πάντοτε, ἀδελφοὶ, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε παρὰ τῶν μακαρίων ἀνδρῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ τοῦ ∆εσπότου τῶν ὅλων. Ὑπόδειγμα δὲ τῆς κακοπαθείας καὶ μακροθυμίας ἔχετε τοὺς προφήτας, τῆς ὑπομονῆς τὸν Ἰὼβ, τῆς σωφροσύνης τὸν Ἰωσὴφ, τῆς διακρίσεως τὸν ∆ανιὴλ, τῆς ἀγάπης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, τῆς μετανοίας τὸν θεοπάτορα ∆αυῒδ ἔχετε. Οὗτος γὰρ τύπος μετανοίας ἡμῖν γέγονε, παραινῶν ἡμῖν, καὶ παρακαλῶν, καὶ λέγων, ∆εῦτε τέκνα. ἀκούσατέ μου· κἀγὼ ὑμῖν ὑποδείξω τὸν τρόπον τῆς μετανοίας· ἐπειδὴ κἀγώ ποτε ἐσκανδαλίσθην, ἀλλὰ διὰ τῆς μετανοίας ἀνέστην· καὶ γινώσκω τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν· οἶδα πῶς γνησίως τοὺς μετανοοῦντας, ὑπτίαις χερσὶν ὑποδέχεται· ἀδύνατον γὰρ τὸν ἐμὸν ∆εσπότην ψεύσασθαι. Ἤκουσα γὰρ αὐτοῦ λέγοντος· Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. Ζῶ ἐγὼ, ὃς οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ. Ἠκούσατε, ὅτι καθ' ἑαυτοῦ ὤμοσεν ὁ φιλάνθρωπος. ∆ιὰ τοῦτο προτρέπομαι πάντας· ∆εῦτε, τέκνα, ἀκούσατέ μου· καὶ ὡς καιρὸν ἔχομεν, ὀξυποδήσωμεν, πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην· Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ὁμολογήσει. ∆εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς, αὐτὸς Οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς· αὐτὸς γάρ ἐστιν ὁ Θεὸς τῶν μετανοούντων, αὐτὸς προσδέχεται ἡμᾶς μετανοοῦντας, αὐτὸς καὶ ποιμανεῖ ἡμᾶς· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ πᾶσα εὐχαριστία, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.