1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

1

De sacerdotio

Τοῦ μακαρίου Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου πρὸς τὸν ἐγκαλοῦντα ἐπὶ τῷ διαφυγεῖν τὴν ἱερωσύνην

ΛΟΓΟΣ Αʹ

αʹ. Ἀπόδειξις τῆς εὐνοίας τοῦ μεγάλου Βασιλείου περὶ ἡμᾶς

Ἐμοὶ πολλοὶ μὲν ἐγένοντο φίλοι γνήσιοί τε καὶ ἀληθεῖς, καὶ τοὺς τῆς φιλίας

νόμους καὶ εἰδότες καὶ φυλάττοντες ἀκριβῶς· εἷς δέ τις τουτωνὶ τῶν πολλῶν, ἅπαντας αὐτοὺς ὑπερβαλλόμενος τῇ πρὸς ἡμᾶς φιλίᾳ, τοσοῦτον ἐφιλονείκησεν ἀφεῖναι κατόπιν ἐκείνους ὅσον ἐκεῖνοι τοὺς ἁπλῶς πρὸς ἡμᾶς διακειμένους. Οὗτος τῶν τὸν ἅπαντά μοι χρόνον παρηκολουθηκότων ἦν· καὶ γὰρ μαθημάτων ἡψάμεθα τῶν αὐτῶν καὶ διδασκάλοις ἐχρησάμεθα τοῖς αὐτοῖς, ἦν δὲ ἡμῖν καὶ προθυμία καὶ σπουδὴ περὶ τοὺς λόγους οὓς ἐπονούμεθα μία, ἐπιθυμία τε ἴση καὶ ἐκ τῶν αὐτῶν τικτομένη πραγμάτων· οὐ γὰρ ὅτε εἰς διδασκάλους μόνον ἐφοιτῶμεν, ἀλλὰ καὶ ἡνίκα ἐκεῖθεν ἐξελθόντας βουλεύεσθαι ἐχρῆν ὁποίαν ἑλέσθαι τοῦ βίου βέλτιον ἡμῖν ὁδόν, καὶ ἐνταῦθα ὁμογνωμονοῦντες ἐφαινόμεθα. Καὶ ἕτερα δὲ πρὸς τούτοις ἡμῖν τὴν ὁμόνοιαν ταύτην ἐφύλαττεν ἀρραγῆ καὶ βεβαίαν· οὔτε γὰρ ἐπὶ πατρίδος μεγέθει μᾶλλον ἕτερος ἑτέρου φρονεῖν εἶχεν, οὔτε ἐμοὶ μὲν πλοῦτος ὑπέρογκος ἦν, ἐκεῖνος δὲ ἐσχάτῃ συνέζη πενίᾳ, ἀλλὰ καὶ τὸ τῆς οὐσίας μέτρον τὸ τῆς προαιρέσεως ἰσοστάσιον ἐμιμεῖτο καὶ γένος δὲ ἡμῖν ὁμότιμον ἦν καὶ πάντα τῇ γνώμῃ συνέτρεχεν.

1.2 βʹ. Τί τὸ κωλῦσαν ἡμῖν αὐτὸν συνοικῆσαι Ἐπειδὴ δὲ ἔδει τὸν μακάριον τὸν τῶν μοναχῶν μεταδιώκειν βίον καὶ τὴν φιλοσοφίαν τὴν ἀληθῆ, καὶ οὐκέτι ἡμῖν ὁ ζυγὸς οὗτος ἴσος ἦν, ἀλλ' ἡ μὲν ἐκείνου πλάστιγξ ἐκουφίζετο μετέωρος, ἐγὼ δ' ἔτι ταῖς τοῦ κόσμου πεπεδημένος ἐπιθυμίαις καθεῖλκον τὴν ἐμαυτοῦ καὶ ἐβιαζόμην κάτω μένειν, νεωτερικαῖς αὐτὴν ἐπιβρίθων φαντασίαις, ἐνταῦθα λοιπὸν ἡ μὲν φιλία βέβαιος ἔμενεν ἡμῖν καθάπερ καὶ πρότερον, ἡ δὲ συνουσία διεκόπτετο· οὐ γὰρ ἦν τοὺς μὴ περὶ τὰ αὐτὰ σπουδάζοντας κοινὰς ποιεῖσθαι τὰς διατριβάς. Ὡς δέ ποτε καὶ αὐτὸς μικρὸν ἀνέκυψα τοῦ βιωτικοῦ κλύδωνος, δέχεται μὲν ἡμᾶς ἄμφω τὼ χεῖρε, τὴν δὲ ἰσότητα οὐδὲ οὕτως ἰσχύσαμεν φυλάξαι τὴν προτέραν. Καὶ γὰρ τῷ χρόνῳ φθάσας ἡμᾶς καὶ πολλὴν τὴν σφοδρότητα ἐπιδειξάμενος, ἀνωτέρω πάλιν ἡμῶν ἐφέρετο καὶ εἰς ὕψος ᾔρετο μέγα. Πλὴν ἀλλ' ἀγαθός τε ὢν καὶ πολλοῦ τὴν ἡμετέραν τιμώμενος φιλίαν, ἁπάντων ἑαυτὸν ἀποστήσας τῶν ἄλλων, ἡμῖν τὸν ἅπαντα χρόνον συνῆν, ἐπιθυμῶν μὲν τούτου καὶ πρότερον, ὅπερ δὲ ἔφην, ὑπὸ τῆς ἡμετέρας κωλυόμενος ῥαθυμίας. Οὐ γὰρ ἦν τὸν ἐν τῷ δικαστηρίῳ προσεδρεύοντα καὶ περὶ τὰς ἐν τῇ σκηνῇ τέρψεις ἐπτοημένον συγγίνεσθαι πολλάκις τῷ βίβλοις προσηλωμένῳ καὶ μηδὲ εἰς ἀγορὰν ἐμβαλόντι ποτέ. ∆ιὰ τοῦτο πρότερον διειργόμενος, ἐπειδή ποτε ἡμᾶς ἔλαβεν εἰς τὴν αὐτὴν τοῦ βίου κατάστασιν, ἀθρόως ἣν πάλαι ὤδινεν ἐπιθυμίαν ἀπέτεκε τότε καὶ οὐδὲ τὸ βραχύτατον τῆς ἡμέρας ἡμᾶς ἀπολιμπάνειν ἠνείχετο μέρος, διετέλει τε παρακαλῶν ἵνα τὴν οἰκίαν ἀφέντες ἕκαστος τὴν ἑαυτοῦ κοινὴν ἀμφότεροι τὴν οἴκησιν ἔχοιμεν· καὶ ἔπεισε καὶ τὸ πρᾶγμα ἦν ἐν χερσίν. Ἀλλά με αἱ συνεχεῖς τῆς μητρὸς ἐπῳδαὶ διεκώλυσαν δοῦναι ταύτην ἐκείνῳ τὴν χάριν, μᾶλλον δὲ λαβεῖν ταύτην παρ' ἐκείνου τὴν δωρεάν. Ἐπειδὴ γὰρ ᾔσθετο