1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

2

ταῦτα βουλευόμενον, λαβοῦσά με τῆς δεξιᾶς, εἰσήγαγεν εἰς τὸν ἀποτεταγμένον οἶκον αὐτῇ καὶ καθίσασα πλησίον ἐπὶ τῆς εὐνῆς ἧς ἡμᾶς ὤδινε, πηγάς τε ἠφίει δακρύων καὶ τῶν δακρύων ἐλεεινότερα προσετίθη τὰ ῥήματα, τοιαῦτα πρὸς ἡμᾶς ἀποδυρομένη. «Ἐγώ, παιδίον, φησί, τῆς ἀρετῆς τοῦ πατρὸς τοῦ σοῦ οὐκ ἀφείθην ἀπολαῦσαι ἐπὶ πολύ, τῷ Θεῷ τοῦτο δοκοῦν· τὰς γὰρ ὠδῖνας τὰς ἐπὶ σοὶ διαδεξάμενος ὁ θάνατος ἐκείνου, σοὶ μὲν ὀρφανίαν, ἐμοὶ δὲ χηρείαν ἐπέστησεν ἄωρον καὶ τὰ τῆς χηρείας δεινὰ ἃ μόναι αἱ παθοῦσαι δύναιντ' ἂν εἰδέναι καλῶς. Λόγος γὰρ οὐδεὶς ἂν ἐφίκοιτο τοῦ χειμῶνος ἐκείνου καὶ τοῦ κλύδωνος ὃν ὑφίσταται κόρη, ἄρτι μὲν τῆς πατρῴας οἰκίας προελθοῦσα καὶ πραγμάτων ἄπειρος οὖσα, ἐξαίφνης δὲ πένθει τε ἀσχέτῳ βαλλομένη καὶ ἀναγκαζομένη φροντίδων καὶ τῆς ἡλικίας καὶ τῆς φύσεως ἀνέχεσθαι μειζόνων. ∆εῖ γάρ, οἶμαι, ῥαθυμίας τε οἰκετῶν ἐπιστρέφειν καὶ κακουργίας παρατηρεῖν, συγγενῶν ἀποκρούεσθαι ἐπιβουλάς, τῶν τὰ δημόσια εἰσπραττόντων τὰς ἐπηρείας καὶ τὴν ἀπήνειαν ἐν ταῖς τῶν εἰσφορῶν καταβολαῖς φέρειν γενναίως. Ἐὰν δὲ καὶ παιδίον καταλιπὼν ὁ τεθνεὼς ἀπέλθῃ, θῆλυ μὲν ὄν, πολλὴν καὶ οὕτω παρέξει τῇ μητρὶ τὴν φροντίδα, ὅμως δὲ καὶ ἀναλωμάτων καὶ δέους ἀπηλλαγμένην, ὁ δὲ υἱὸς μυρίων αὐτὴν φόβων καθ' ἑκάστην ἐμπίμπλησι τὴν ἡμέραν καὶ πλειόνων φροντίδων· τὴν γὰρ τῶν χρημάτων ἐῶ δαπάνην ὅσην ὑπομένειν ἀναγκάζεται, ἐλευθερίως αὐτὸν θρέψαι ἐπιθυμοῦσα. Ἀλλ' ὅμως οὐδέν με τούτων ἔπεισε δευτέροις ὁμιλῆσαι γάμοις, οὐδὲ ἕτερον ἐπεισαγαγεῖν νυμφίον τῇ τοῦ πατρὸς οἰκίᾳ τοῦ σοῦ· ἀλλ' ἔμενον ἐν τῇ ζάλῃ καὶ τῷ θορύβῳ, καὶ τὴν σιδηρᾶν τῆς χηρείας οὐκ ἔφυγον κάμινον, πρῶτον μὲν ὑπὸ τῆς ἄνωθεν βοηθουμένη ῥοπῆς. Ἔφερε δέ μοι παραμυθίαν οὐ μικρὰν τῶν δεινῶν ἐκείνων καὶ τὸ συνεχῶς τὴν σὴν ὄψιν ὁρᾶν καὶ εἰκόνα μοι τοῦ τετελευτηκότος φυλάσσεσθαι ἔμψυχον καὶ πρὸς ἐκεῖνον ἀπηκριβωμένην καλῶς. ∆ιά τοι τοῦτο καὶ ἔτι νήπιος ὢν καὶ μηδὲ φθέγγεσθαί πω μαθών, ὅτε μάλιστα τέρπουσι τοὺς τεκόντας οἱ παῖδες, πολλήν μοι παρεῖχες τὴν παράκλησιν. Καὶ μὴν οὐδὲ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν καὶ αἰτιάσασθαι ὅτι τὴν μὲν χηρείαν γενναίως ἠνέγκαμεν, τὴν δὲ οὐσίαν σοι τὴν πατρῴαν ἠλαττώσαμεν διὰ τὴν τῆς χηρείας ἀνάγκην, ὅπερ πολλοὺς τῶν ὀρφανίᾳ δυστυχησάντων οἶδα παθόντας ἐγώ. Καὶ γὰρ καὶ ταύτην ἀκέραιον ἐφύλαξα πᾶσαν, καὶ τῶν ὀφειλόντων εἰς τὴν εὐδοκίμησιν δαπανηθῆναι τὴν σὴν ἐνέλιπον οὐδέν, ἐκ τῶν ἐμαυτῆς καὶ ὧν ἦλθον οἴκοθεν ἔχουσα δαπανῶσα χρημάτων. Καὶ μή τοι νομίσῃς ὀνειδίζουσάν με ταῦτα λέγειν νῦν· ἀλλ' ἀντὶ πάντων σε τούτων μίαν αἰτῶ χάριν, μή με δευτέρᾳ χηρείᾳ περιβαλεῖν, μηδὲ τὸ κοιμηθὲν ἤδη πένθος ἀνάψαι πάλιν, ἀλλὰ περίμεινον τὴν ἐμὴν τελευτήν· ἴσως μετὰ μικρὸν ἀπελεύσομαι χρόνον. Τοὺς μὲν γὰρ νέους ἐλπὶς καὶ εἰς γῆρας ἥξειν μακρόν· οἱ δὲ γεγηρακότες ἡμεῖς οὐδὲν ἕτερον ἢ τὸν θάνατον ἀναμένομεν. Ὅταν οὖν με τῇ γῇ παραδῷς καὶ τοῖς ὀστέοις τοῦ πατρὸς ἀναμίξῃς τοῦ σοῦ, στέλλου μακρὰς ἀποδημίας καὶ πλέε θάλατταν ἣν ἂν ἐθέλῃς· τότε ὁ κωλύσων οὐδείς. Ἕως δ' ἂν ἐμπνέωμεν, ἀνάσχου τὴν μεθ' ἡμῶν οἴκησιν· μὴ προσκρούσῃς Θεῷ μάτην καὶ εἰκῇ, τοσούτοις ἡμᾶς περιβάλλων κακοῖς ἠδικηκότας οὐδέν. Εἰ μὲν γὰρ ἔχεις ἐγκαλεῖν ὅτι σὲ εἰς βιωτικὰς περιέλκω φροντίδας καὶ τῶν πραγμάτων ἀναγκάζω προστῆναι τῶν σῶν, μὴ τοὺς τῆς φύσεως νόμους, μὴ τὴν ἀνατροφήν, μὴ τὴν συνήθειαν, μηδὲ ἄλλο μηδὲν αἰδεσθῇς, ὡς ἐπιβούλους φεῦγε καὶ πολεμίους· εἰ δὲ ἅπαντα πράττομεν ὑπὲρ τοῦ πολλήν σοι παρασκευάσαι σχολὴν εἰς τὴν τοῦ βίου τούτου πορείαν, εἰ καὶ μηδὲν ἕτερον, οὗτος γοῦν κατεχέτω σε παρ' ἡμῖν ὁ δεσμός. Κἂν γὰρ μυρίους σε λέγῃς φιλεῖν, οὐδείς σοι παρέξει τοσαύτης ἀπολαῦσαι ἐλευθερίας, ἐπειδὴ μηδὲ ἔστι τις ὅτῳ μέλει τῆς σῆς εὐδοκιμήσεως ἐξ ἴσης ἐμοί.» Ταῦτα καὶ τὰ τούτων πλείονα πρὸς ἐμὲ μὲν ἡ μήτηρ, ἐγὼ δὲ πρὸς τὸν