1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

3

γενναῖον ἔλεγον ἐκεῖνον· ὁ δὲ οὐ μόνον οὐκ ἐδυσωπεῖτο τοῖς ῥήμασι τούτοις, ἀλλὰ καὶ πλέον ἐνέκειτο, τὰ αὐτὰ ἀπαιτῶν ἅπερ καὶ πρότερον.

1.3 γʹ. Ἀπάτη παρ' ἡμῶν ἐν τῷ συλληφθῆναι αὐτὸν γενομένη Ἐν τούτῳ δὲ ἡμῶν ὄντων καὶ τοῦ μὲν συνεχῶς ἱκετεύοντος, ἐμοῦ δὲ οὐκ ἐπινεύοντος, ἄφνω τις ἐπιστᾶσα φήμη διετάραξεν ἀμφοτέρους· ἡ δὲ φήμη ἦν, εἰς τὸ τῆς ἱερωσύνης ἡμᾶς ἀξίωμα μέλλειν παράγεσθαι. Ἐγὼ μὲν οὖν, ἅμα τῷ τὸν λόγον ἀκοῦσαι τοῦτον, δέει τε καὶ ἀπορίᾳ συνειχόμην· δέει μέν, μή ποτε καὶ ἄκων ἁλῶ, ἀπορίᾳ δέ, ζητῶν πολλάκις πόθεν ἐπῆλθε τοῖς ἀνδράσιν ἐκείνοις ἐνθυμηθῆναί τι τοιοῦτο περὶ ἡμῶν· εἰς γὰρ ἐμαυτὸν ἀφορῶν, οὐδὲν εὕρισκον ἔχοντα τῆς τιμῆς ἄξιον ἐκείνης. Ὁ δὲ γενναῖος οὑτοσὶ προσελθών μοι κατ' ἰδίαν καὶ κοινωσάμενος περὶ τούτων ὡς ἀνηκόῳ γε ὄντι τῆς φήμης, ἐδεῖτο κἀνταῦθα καὶ πράττοντας καὶ βουλευομένους ὀφθῆναι τὰ αὐτὰ καθάπερ καὶ πρότερον· ἕψεσθαι γὰρ αὐτὸν ἑτοίμως ἡμῖν καθ' ὁποτέραν ἂν ἡγώμεθα τῶν ὁδῶν, εἴτε φυγεῖν, εἴτε ἑλέσθαι δέοι. Αἰσθόμενος τοίνυν αὐτοῦ τῆς προθυμίας ἐγὼ καὶ ζημίαν ἡγησάμενος οἴσειν παντὶ τῷ κοινῷ τῆς Ἐκκλησίας, εἰ νέον οὕτως ἀγαθὸν καὶ πρὸς τὴν τῶν πολλῶν ἐπιστασίαν ἐπιτήδειον ἀποστεροίην τοῦ Χριστοῦ τὴν ἀγέλην διὰ τὴν ἀσθένειαν τὴν ἐμαυτοῦ, οὐκ ἀπεκάλυψα τὴν γνώμην ἣν εἶχον περὶ τούτων ἐκείνῳ, καίτοι γε μηδέποτε πρότερον ἀνασχόμενος λαθεῖν τι τῶν βουλευμάτων αὐτὸν τῶν ἐμῶν, ἀλλ' εἰπὼν δεῖν τὴν ὑπὲρ τούτων βουλὴν εἰς ἕτερον ἀναβάλλεσθαι καιρόν, οὐ γὰρ νῦν τοῦτο κατεπείγειν, ἔπεισά τε εὐθέως μηδὲν ὑπὲρ τούτων φροντίζειν καὶ ὑπὲρ ἐμαυτοῦ παρέσχον θαρρεῖν ὡς ὁμογνωμονήσοντος, εἴ ποτε συμβαίη τοιοῦτό τι παθεῖν. Χρόνου δὲ παρελθόντος οὐ πολλοῦ καὶ τοῦ μέλλοντος ἡμᾶς χειροτονήσειν ἐλθόντος καὶ κρυπτομένου μου, μηδὲν τούτων εἰδώς, ἄγεται μὲν ὡς ἐφ' ἑτέρᾳ προφάσει· δέχεται δὲ τὸν ζυγόν, ἐλπίζων ἐξ ὧν ὑπεσχημένος ἤμην αὐτῷ καὶ ἡμᾶς πάντως ἕψεσθαι, μᾶλλον δὲ νομίζων ἡμῖν ἀκολουθεῖν. Καὶ γάρ τινες τῶν ἐκεῖ παρόντων, ἀσχάλλοντα πρὸς τὴν σύλληψιν ὁρῶντες, ἠπάτησαν βοῶντες ὡς ἄτοπον εἴη τὸν μὲν θρασύτερον εἶναι δοκοῦντα παρὰ πᾶσιν-ἐμὲ λέγοντες-μετὰ πολλῆς τῆς ἐπιεικείας εἶξαι τῇ τῶν πατέρων κρίσει, ἐκεῖνον δὲ τὸν πολὺ συνετώτερον καὶ ἐπιεικέστερον θρασύνεσθαι καὶ κενοδοξεῖν σκιρτῶντα καὶ ἀποπηδῶντα καὶ ἀντιλέγοντα. Τούτοις εἴξας τοῖς ῥήμασιν, ἐπειδὴ ἤκουσεν ὅτι διέφυγον, εἰσελθὼν πρός με μετὰ πολλῆς τῆς κατηφείας, καθέζεται πλησίον καὶ ἐβούλετο μέν τι καὶ εἰπεῖν, ὑπὸ δὲ τῆς ἀπορίας κατεχόμενος καὶ λόγῳ παραστῆσαι τὴν βίαν ἣν ὑπέμεινεν οὐκ ἔχων, ἅμα τῷ χᾶναι ἐκωλύετο φθέγξασθαι, τῆς ἀθυμίας πρὶν ἢ τοὺς ὀδόντας ὑπερβῆναι διακοπτούσης τὸν λόγον. Ὁρῶν τοίνυν ἐγὼ περίδακρυν ὄντα καὶ πολλῆς πεπληρωμένον τῆς ταραχῆς καὶ τὴν αἰτίαν εἰδώς, ἐγέλων τε ὑπὸ πολλῆς ἡδονῆς καὶ τὴν δεξιὰν κατέχων ἐβιαζόμην καταφιλεῖν καὶ τὸν Θεὸν ἐδόξαζον ὅτι μοι τὰ τῆς μηχανῆς τέλος εἶχε καλὸν καὶ οἷον ηὐχόμην ἀεί. Ὡς δὲ εἶδε περιχαρῆ τε ὄντα καὶ φαιδρόν, καὶ πρότερον ἠπατημένος ὑφ' ἡμῶν ᾔσθετο, μᾶλλον ἐδάκνετο καὶ ἐδυσχέραινε. 1.4 δʹ. Ἐγκλήματα παρ' ἐκείνου τῆς ἀπάτης ἕνεκεν Καί ποτε μικρὸν ἀπ' ἐκείνου καταστὰς τοῦ θορύβου τῆς ψυχῆς· {ΒΑΣ.} Ἀλλ' εἰ καὶ τὸ ἡμέτερον, φησί, διέπτυσας καὶ λόγον ἡμῶν ἔχεις οὐδένα λοιπόν, ὡς ἔγωγε οὐκ οἶδα ἀνθ' ὅτου, τῆς γοῦν ὑπολήψεως ἔδει σε φροντίσαι τῆς σῆς. Νῦν δὲ τὰ πάντων ἠνέῳξας στόματα καὶ δόξης σε ἐρῶντα κενῆς τὴν λειτουργίαν ταύτην παρῃτῆσθαι λέγουσιν ἅπαντες· ὁ δὲ ἐξαιρησόμενός σε τῆς κατηγορίας ταύτης οὐκ ἔστιν. Ἐμοὶ δὲ οὐδὲ εἰς ἀγορὰν ἐμβαλεῖν ἀνεκτόν, τοσοῦτοι οἱ προσιόντες ἡμῖν καὶ καθ' ἑκάστην ἐγκαλοῦντες ἡμέραν. Ὅταν γὰρ ἴδωσι φανέντα που τῆς πόλεως, λαβόντες κατὰ μόνας ὅσοι πρὸς ἡμᾶς οἰκείως ἔχουσι, τῷ πλείονί με τῆς κατηγορίας ὑποβάλλουσι μέρει· Εἰδότα γὰρ αὐτοῦ τὴν γνώμην,