1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

7

ταύτης ἐπιθυμίας· οὐ γὰρ τὸν πυρετὸν ἐκκαύσειν μόνον ἔμελλεν, ἀλλὰ καὶ παραπληξίᾳ παραδώσειν τὸν δείλαιον, εἴ τις αὐτῷ πρὸς ταύτην εἶξε τὴν χάριν. Ἐνταῦθα τῆς τέχνης ἀπορουμένης καὶ οὐδεμίαν ἐχούσης μηχανήν, ἀλλὰ παντελῶς ἐκβεβλημένης, εἰσελθοῦσα τοσαύτην ἐπεδείξατο τὴν αὑτῆς δύναμιν ἡ ἀπάτη ὅσην αὐτίκα παρ' ἡμῶν ἀκούσῃ. Ὁ γὰρ ἰατρὸς ἄρτι τῆς καμίνου προελθὸν ἄγγος ὀστράκου λαβὼν καὶ βάψας οἴνῳ πολλῷ, εἶτα ἀνασπάσας κενὸν καὶ πλήσας ὕδατος, κελεύει τὸ δωμάτιον ἔνθα κατέκειτο ὁ νοσῶν συσκιάσαι παραπετάσμασι πολλοῖς ἵνα μὴ τὸ φῶς ἐλέγξῃ τὸν δόλον καὶ δίδωσιν ἐκπιεῖν ὡς ἀκράτου πεπληρωμένον. Ὁ δὲ πρὶν εἰς τὰς χεῖρας λαβεῖν ὑπὸ τῆς ὀσμῆς προσπεσούσης εὐθέως ἀπατηθεὶς οὐδὲ πολυπραγμονεῖν ἠνέσχετο τὸ δοθέν, ἀλλὰ ταύτῃ πειθόμενος καὶ τῷ σκότει κλαπεὶς ὑπό τε τῆς ἐπιθυμίας ἐπειγόμενος ἔσπασε τὸ δοθὲν μετὰ πολλῆς τῆς προθυμίας· καὶ ἐμφορηθεὶς ἀπετινάξατο τὸ πνῖγος εὐθέως καὶ τὸν ἐπικείμενον ἐξέφυγε κίνδυνον. Εἶδες τῆς ἀπάτης τὸ κέρδος; Καὶ εἰ πάντας βούλοιτό τις τῶν ἰατρῶν καταλέγειν τοὺς δόλους, εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος. Οὐ μόνον δὲ τοὺς τὰ σώματα θεραπεύοντας, ἀλλὰ καὶ τοὺς τῶν ψυχικῶν νοσημάτων ἐπιμελομένους εὕροι τις ἂν συνεχῶς τούτῳ κεχρημένους τῷ φαρμάκῳ. Οὕτω τὰς πολλὰς μυριάδας ἐκείνας τῶν Ἰουδαίων ὁ μακάριος προσηγάγετο Παῦλος. Μετὰ ταύτης τῆς προαιρέσεως τὸν Τιμόθεον περιέτεμε ὁ Γαλάταις ἀπειλῶν ὅτι Χριστὸς οὐδὲν ὠφελήσει τοὺς περιτεμνομένους· διὰ τοῦτο ὑπὸ νόμον ἐγίνετο ὁ ζημίαν ἡγούμενος μετὰ τὴν εἰς Χριστὸν πίστιν τὴν ἀπὸ τοῦ νόμου δικαιοσύνην. Πολλὴ γὰρ ἡ τῆς ἀπάτης ἰσχύς, μόνον μὴ μετὰ δολερᾶς προαγέσθω τῆς προαιρέσεως· μᾶλλον δὲ οὐδὲ ἀπάτην τὸ τοιοῦτον δεῖ καλεῖν, ἀλλ' οἰκονομίαν τινὰ καὶ σοφίαν καὶ τέχνην ἱκανὴν πολλοὺς πόρους ἐν τοῖς ἀπόροις εὑρεῖν καὶ πλημμελείας ἐπανορθῶσαι ψυχῆς. Οὐδὲ γὰρ τὸν Φινεὲς ἀνδροφόνον εἴποιμ' ἂν ἔγωγε, καίτοι γε μιᾷ πληγῇ δύο σώματα ἀνεῖλεν· ὥσπερ οὐδὲ τὸν Ἠλίαν μετὰ τοὺς ἑκατὸν στρατιώτας καὶ τοὺς τούτων ἡγεμόνας, καὶ τὸν πολὺν τῶν αἱμάτων χειμάρρουν ὃν ἐκ τῆς τῶν ἱερωμένων τοῖς δαίμοσιν ἐποίησε ῥεῦσαι σφαγῆς. Εἰ γὰρ τοῦτο συγχωρήσαιμεν καὶ τὰ πράγματα τῆς τῶν πεποιηκότων προαιρέσεώς τις γυμνώσας ἐξετάζοι καθ' ἑαυτά, καὶ τὸν Ἀβραὰμ παιδοκτονίας ὁ βουλόμενος κρινεῖ καὶ τὸν ἔγγονον τὸν ἐκείνου καὶ τὸν ἀπόγονον κακουργίας καὶ δόλου γράψεται· οὕτω γὰρ ὁ μὲν τῶν τῆς φύσεως ἐκράτησε πρεσβείων, ὁ δὲ τὸν τῶν Αἰγυπτίων πλοῦτον εἰς τὸν τῶν Ἰσραηλιτῶν μετήνεγκε στρατόν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Ἄπαγε τῆς τόλμης· οὐ γὰρ μόνον αὐτοὺς αἰτίας ἀφίεμεν, ἀλλὰ καὶ θαυμάζομεν διὰ ταῦτα ἐπεὶ καὶ ὁ Θεὸς αὐτοὺς διὰ ταῦτα ἐπῄνεσε. Καὶ γὰρ ἀπατεὼν ἐκεῖνος ἂν εἴη καλεῖσθαι δίκαιος ὁ τῷ πράγματι κεχρημένος ἀδίκως, καὶ πολλάκις ἀπατῆσαι δέον καὶ τὰ μέγιστα διὰ ταύτης ὠφελῆσαι τῆς τέχνης· ὁ δὲ ἐξ εὐθείας προσενεχθεὶς κακὰ μεγάλα τὸν οὐκ ἀπατηθέντα εἰργάσατο.

2. τ ΛΟΓΟΣ Βʹ

2.1 αʹ. Ὅτι μέγιστον ἡ ἱερωσύνη τεκμήριον τῆς εἰς τὸν Χριστὸν ἀγάπησ Ὅτι μὲν

οὖν ἔστι καὶ ἐπὶ καλῷ τῇ τῆς ἀπάτης κεχρῆσθαι δυνάμει, μᾶλλον δὲ ὅτι μηδὲ ἀπάτην δεῖ τὸ τοιοῦτον καλεῖν, ἀλλ' οἰκονομίαν τινὰ θαυμαστήν, ἐνῆν μὲν καὶ πλείονα λέγειν· ἐπειδὴ δὲ καὶ τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἱκανὰ γέγονε, φορτικὸν καὶ ἐπαχθὲς περιττὸν τῷ λόγῳ προστιθέναι μῆκος. Σὸν δ' ἂν εἴη δεικνύναι λοιπόν, εἰ μὴ τῷ πράγματι τούτῳ πρὸς τὸ κέρδος ἐχρησάμεθα τὸ σόν. Καὶ ὁ Βασίλειος· Καὶ ποῖον κέρδος, φησίν, ἡμῖν ἐκ ταύτης γέγονε τῆς οἰκονομίας ἢ σοφίας ἢ ὅπως αὐτὴν χαίρῃς καλῶν, ἵνα πεισθῶμεν ὅτι