1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

24

ἡμετέρων ἡμῖν μᾶλλον ἢ ἑτέροις πείθεσθαι δίκαιον, ἐπειδὴ «τὰ τοῦ ἀνθρώπου οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ». Ὅτι γὰρ καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἑλομένους καταγελάστους ἂν ἐποιήσαμεν, ταύτην δεξάμενοι τὴν ἀρχὴν καὶ μετὰ πολλῆς τῆς ζημίας εἰς ταύτην ἂν ἐπανήλθομεν τοῦ βίου τὴν κατάστασιν ἐν ᾗ καὶ νῦν ἐσμέν, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν σε τούτοις οἶμαι πεπεικέναι τοῖς ῥήμασιν. Οὐδὲ γὰρ βασκανία μόνον, ἀλλὰ πολλῷ καὶ τῆς βασκανίας σφοδρότερον ἡ τῆς ἀρχῆς ταύτης ἐπιθυμία τοὺς πολλοὺς ὁπλίζειν εἴωθε κατὰ τοῦ ταύτην ἔχοντος. Καὶ καθάπερ οἱ φιλάργυροι τῶν παίδων βαρύνονται τὸ τῶν πατέρων γῆρας, οὕτω καὶ τούτων τινές, ὅταν ἴδωσιν εἰς μακρὸν παραταθεῖσαν τὴν ἱερωσύνην χρόνον, ἐπειδὴ ἀνελεῖν οὐκ εὐαγές, παραλῦσαι σπεύδουσιν αὐτὸν τῆς ἀρχῆς, πάντες ἀντ' ἐκείνου γενέσθαι ἐπιθυμοῦντες καὶ εἰς ἑαυτὸν ἕκαστος μεταπεσεῖσθαι τὴν ἀρχὴν προσδοκῶντες.

3.11 ιαʹ. Ὅτι τὴν ἐπιθυμίαν τῆς φιλαρχίας ἐκβεβλῆσθαι δεῖ τῆς τοῦ ἱερέως ψυχῆσ Βούλει σοι καὶ ἕτερον ἐπιδείξω ταύτης τῆς μάχης εἶδος, μυρίων ἐμπεπλησμένον κινδύνων; Ἴθι δὴ καὶ διάκυψον εἰς τὰς δημοτελεῖς ἑορτὰς ἐν αἷς μάλιστα τῶν ἐκκλησιαστικῶν ἀρχῶν τὰς αἱρέσεις ποιεῖσθαι νόμος καὶ τοσαύταις ὄψει κατηγορίαις τὸν ἱερέα βαλλόμενον ὅσον τῶν ἀρχομένων τὸ πλῆθός ἐστι. Πάντες γὰρ οἱ δοῦναι κύριοι τὴν τιμὴν εἰς πολλὰ τότε σχίζονται μέρη καὶ οὔτε πρὸς ἀλλήλους, οὔτε πρὸς αὐτὸν τὸν λαχόντα τὴν ἐπισκοπὴν τὸ τῶν πρεσβυτέρων συνέδριον ὁμογνωμονοῦν ἴδοι τις ἄν, ἀλλ' ἕκαστος καθ' ἑαυτὸν ἑστήκασιν, ὁ μὲν τοῦτον, ὁ δὲ ἐκεῖνον αἱρούμενος. Τὸ δὲ αἴτιον, οὐκ εἰς ἓν πάντες ὁρῶσιν εἰς ὃ μόνον ὁρᾶν ἐχρῆν, τῆς ψυχῆς τὴν ἀρετήν, ἀλλ' εἰσὶ καὶ ἕτεραι προφάσεις αἱ ταύτης πρόξενοι τῆς τιμῆς· οἷον, ὁ μὲν ὅτι γένους ἐστὶ λαμπροῦ, ἐγκρινέσθω, φησίν, ὁ δὲ ὅτι πλοῦτον περιβέβληται πολὺν καὶ οὐκ ἂν δέοιτο τρέφεσθαι ἐκ τῶν τῆς Ἐκκλησίας προσόδων, ὁ δὲ ὅτι παρὰ τῶν ἐχθρῶν ηὐτομόλησε. Καὶ ὁ μὲν τὸν οἰκείως πρὸς αὐτὸν διακείμενον, ὁ δὲ τὸν γένει προσήκοντα, ὁ δὲ τὸν κολακεύοντα μᾶλλον τῶν ἄλλων προτιμᾶν σπουδάζουσιν· εἰς δὲ τὸν ἐπιτήδειον οὐδεὶς ὁρᾶν βούλεται, οὐδὲ ψυχῆς τινα ποιεῖσθαι βάσανον. Ἐγὼ δὲ τοσούτου δέω ταύτας ἡγεῖσθαι τὰς αἰτίας ἀξιοπίστους εἶναι πρὸς τὴν τῶν ἱερέων δοκιμασίαν ὡς μηδὲ εἴ τις πολλὴν εὐλάβειαν ἐπιδείξαιτο, τὴν οὐ μικρὸν ἡμῖν πρὸς τὴν ἀρχὴν συντελοῦσαν ἐκείνην, μηδὲ τοῦτον ἀπὸ ταύτης εὐθέως ἐγκρίνειν τολμᾶν, εἰ μὴ μετὰ τῆς εὐλαβείας πολλὴν καὶ τὴν σύνεσιν ἔχων τύχοι. Καὶ γὰρ οἶδα πολλοὺς ἐγὼ τῶν ἅπαντα τὸν χρόνον καθειρξάντων ἑαυτοὺς καὶ νηστείαις δαπανηθέντων, ὅτι ἕως μὲν αὐτοῖς μόνοις εἶναι ἐξῆν καὶ τὰ αὐτῶν μεριμνᾶν, εὐδοκίμουν παρὰ Θεῷ καὶ καθ' ἑκάστην ἡμέραν ἐκείνῃ προσετίθεσαν τῇ φιλοσοφίᾳ μέρος οὐ μικρόν· ἐπειδὴ δὲ εἰς τὸ πλῆθος ἦλθον καὶ τὰς τῶν πολλῶν ἀμαθίας ἐπανορθοῦν ἠναγκάσθησαν, οἱ μὲν οὐδὲ τὴν ἀρχὴν ἤρκεσαν πρὸς τὴν τοσαύτην πραγματείαν, οἱ δὲ βιασθέντες ἐπιμεῖναι, τὴν προτέραν ἀκρίβειαν ῥίψαντες, ἑαυτούς τε ἐζημίωσαν τὰ μέγιστα καὶ ἑτέρους ὤνησαν οὐδέν. Ἀλλ' οὐδὲ εἴ τις τὸν ἅπαντα χρόνον ἀνήλωσεν ἐν τῇ ἐσχάτῃ τῆς λειτουργίας τάξει μένων καὶ εἰς ἔσχατον ἤλασε γῆρας, τοῦτον ἁπλῶς διὰ τὴν ἡλικίαν αἰδεσθέντες ἐπὶ τὴν ἀρχὴν οἴσομεν τὴν ἀνωτέρω. Τί γάρ, εἰ καὶ μετὰ τὴν ἡλικίαν ἐκείνην ἀνεπιτήδειος ὢν μένοι; Καὶ οὐ τὴν πολιὰν ἀτιμάσαι βουλόμενος, οὐδὲ νομοθετῶν τοὺς ἀπὸ χοροῦ μοναζόντων ἥκοντας πάντως ἀπείργεσθαι τῆς τοιαύτης ἐπιστασίας ταῦτα εἶπον νῦν-συνέβη γὰρ πολλοὺς καὶ ἐξ ἐκείνης ἐλθόντας τῆς ἀγέλης εἰς ταύτην διαλάμψαι τὴν ἀρχήν-, ἀλλ' ἐκεῖνο δεῖξαι σπουδάζων ὅτι εἰ μήτε εὐλάβεια καθ' ἑαυτήν, μήτε γῆρας μακρὸν ἱκανὰ γένοιτ' ἂν δεῖξαι τὸν κεκτημένον ἱερωσύνης ἄξιον ὄντα, σχολῇ γ' ἂν αἱ προειρημέναι προφάσεις τοῦτο ἐργάσαιντο. Οἱ δὲ καὶ ἑτέρας προστιθέασιν ἀτοπωτέρας· καὶ γὰρ οἱ μὲν ἵνα μὴ