1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

27

δοῦναι χρήματα, ταῦτα ἀναλίσκειν εἰς τοὺς τὸ τοῦ Χριστοῦ διαβάλλοντας ὄνομα; ∆ιὰ ταῦτα πολλὴν δεῖ καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν, ὥστε μὴ μόνον τὰς εἰρημένας, ἀλλὰ μηδὲ τὰς ἑαυταῖς ἐπαρκεῖν δυναμένας τὴν τῶν ἀδυνάτων λυμαίνεσθαι τράπεζαν. Μετὰ δὲ τὴν ἐξέτασιν ταύτην ἑτέρα διαδέχεται φροντὶς οὐ μικρά, ἵνα αὐταῖς τὰ τῆς τροφῆς ἀθρόως, ὥσπερ ἐκ πηγῶν, ἐπιρρέῃ καὶ μὴ διαλιμπάνῃ ποτέ· καὶ γὰρ ἀκόρεστόν πως κακὸν ἡ ἀκούσιος πενία καὶ μεμψίμοιρον καὶ ἀχάριστον. Καὶ δεῖ πολλῆς μὲν τῆς συνέσεως, πολλῆς δὲ τῆς σπουδῆς, ὥστε αὐτῶν ἐμφράττειν τὰ στόματα, πᾶσαν ἐξαιροῦντα κατηγορίας πρόφασιν. Οἱ μὲν οὖν πολλοί, ὅταν τινὰ ἴδωσι χρημάτων κρείττονα, εὐθέως αὐτὸν ἐπιτήδειον εἶναι πρὸς ταύτην ἀποφαίνονται τὴν οἰκονομίαν· ἐγὼ δὲ οὐχ ἡγοῦμαί ποτε ταύτην αὐτῷ τὴν μεγαλοψυχίαν ἀρκεῖν μόνον, ἀλλὰ δεῖ μὲν αὐτὴν πρὸ τῶν ἄλλων ἔχειν-χωρὶς γὰρ ταύτης λυμεὼν ἂν εἴη μᾶλλον ἢ προστάτης καὶ λύκος ἀντὶ ποιμένος-, μετὰ δὲ αὐτῆς καὶ ἑτέραν ζητεῖν εἰ κεκτημένος τυγχάνοι. Αὕτη δέ ἐστιν ἡ πάντων αἰτία ἀνθρώποις τῶν ἀγαθῶν, ἀνεξικακία, ὥσπερ εἴς τινα εὔδιον λιμένα ὁρμίζουσα καὶ παραπέμπουσα τὴν ψυχήν. Τὸ γὰρ τῶν χηρῶν γένος καὶ διὰ τὴν πενίαν καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν φύσιν ἀμέτρῳ τινὶ κέχρηται παρρησίᾳ-οὕτω γὰρ ἄμεινον εἰπεῖν-καὶ βοῶσιν ἀκαίρως καὶ αἰτιῶνται μάτην καὶ ἀποδύρονται ὑπὲρ ὧν χάριν εἰδέναι ἐχρῆν καὶ κατηγοροῦσιν ὑπὲρ ὧν ἀποδέχεσθαι ἔδει. Καὶ δεῖ τὸν προεστῶτα ἅπαντα φέρειν γενναίως καὶ μήτε πρὸς τὰς ἀκαίρους ἐνοχλήσεις, μήτε πρὸς τὰς ἀλόγους παροξύνεσθαι μέμψεις. Ἐλεεῖσθαι γὰρ ἐκεῖνο τὸ γένος ὑπὲρ ὧν δυστυχοῦσιν, οὐχ ὑβρίζεσθαι, δίκαιον· ὡς τό γε ἐπεμβαίνειν αὐτῶν ταῖς συμφοραῖς καὶ τῇ διὰ τὴν πενίαν ὀδύνῃ τὴν ἀπὸ τῆς ὕβρεως προστιθέναι, τῆς ἐσχάτης ὠμότητος ἂν εἴη. ∆ιὰ τοῦτο καί τις ἀνὴρ σοφώτατος, εἴς τε τὸ φιλοκερδὲς καὶ τὸ ὑπεροπτικὸν τῆς ἀνθρωπίνης φύσεως ἀπιδὼν καὶ τῆς πενίας τὴν φύσιν καταμαθὼν δεινὴν οὖσαν καὶ τὴν γενναιοτάτην ψυχὴν καταβαλεῖν καὶ πεῖσαι περὶ τῶν αὐτῶν ἀναισχυντεῖν πολλάκις, ἵνα μή τις αἰτούμενος παρ' αὐτῶν ὀργίζηται, μηδὲ τῷ συνεχεῖ τῆς ἐντεύξεως παροξυνθεὶς πολέμιος ὁ βοηθεῖν ὀφείλων γένηται, παρασκευάζει προσηνῆ τε αὐτὸν καὶ εὐπρόσιτον εἶναι τῷ δεομένῳ, λέγων· «Κλῖνον πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ ἐν πραότητι εἰρηνικά.» Καὶ τὸν παροξύνοντα ἀφείς-τί γὰρ ἄν τις τῷ κειμένῳ λέγοι; -τῷ δυναμένῳ τὴν ἐκείνου φέρειν ἀσθένειαν διαλέγεται, παρακαλῶν τῷ τε ἡμέρῳ τῆς ὄψεως καὶ τῇ τῶν λόγων πραότητι πρὸ τῆς δόσεως αὐτὸν ἀνορθοῦν. Ἂν δέ τις τὰ μὲν ἐκείνων μὴ λαμβάνῃ, μυρίοις δὲ αὐτὰς ὀνείδεσι περιβάλλῃ καὶ ὑβρίζῃ καὶ παροξύνηται κατ' αὐτῶν, οὐ μόνον οὐκ ἐπεκούφισε τὴν ἀπὸ τῆς πενίας ἀθυμίαν τῷ δοῦναι, ἀλλὰ καὶ μεῖζον ταῖς λοιδορίαις εἰργάσατο τὸ δεινόν. Κἂν γὰρ λίαν ἀναισχυντεῖν βιάζωνται διὰ τὴν τῆς γαστρὸς ἀνάγκην, ἀλλ' ὅμως ἀλγοῦσιν ἐπὶ τῇ βίᾳ ταύτῃ· ὅταν οὖν διὰ μὲν τὸ τοῦ λιμοῦ δέος προσαιτεῖν ἀναγκάζωνται, διὰ δὲ τὸ προσαιτεῖν ἀναιδεύεσθαι, διὰ δὲ τὸ ἀναιδεύεσθαι πάλιν ὑβρίζωνται, ποικίλη τις καὶ πολὺν φέρουσα τὸν ζόφον ἐπὶ τὴν ψυχὴν ἐκείνων κατασκήπτει τῆς ἀθυμίας ἡ δύναμις. Καὶ δεῖ τὸν τούτων ἐπιμελούμενον ἐπὶ τοσοῦτον εἶναι μακρόθυμον ὡς μὴ μόνον αὐταῖς μὴ πλεονάζειν τὴν ἀθυμίαν ταῖς ἀγανακτήσεσιν, ἀλλὰ καὶ τῆς οὔσης τὸ πλέον κοιμίζειν διὰ τῆς παρακλήσεως· ὥσπερ γὰρ ἐκεῖνος ὁ ὑβρισθεὶς οὐκ αἰσθάνεται τῆς ἀπὸ τῶν χρημάτων ὠφελείας διὰ τὴν ἀπὸ τῆς ὕβρεως πληγήν, οὕτως οὗτος ὁ προσηνῆ λόγον ἀκούσας καὶ μετὰ παρακλήσεως τὸ διδόμενον δεξάμενος, γάνυται πλέον καὶ χαίρει καὶ διπλοῦν αὐτῷ τὸ δοθὲν τῷ τρόπῳ γίνεται. Καὶ ταῦτα οὐκ ἀπ' ἐμαυτοῦ, ἀλλ' ἀπ' ἐκείνου τοῦ τὰ πρότερα παραινέσαντος φθέγγομαι· «Τέκνον γάρ, φησίν, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγου. Οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; Οὕτω