1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

28

κρεῖσσον λόγος ἢ δόσις. Ἰδοὺ γὰρ λόγος ὑπὲρ δόμα ἀγαθὸν καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.» Οὐκ ἐπιεικῆ δὲ μόνον καὶ ἀνεξίκακον τὸν τούτων προστάτην, ἀλλὰ καὶ οἰκονομικὸν οὐχ ἧττον εἶναι χρὴ ὡς, ἐὰν τοῦτο ἀπῇ, πάλιν εἰς τὴν ἴσην περιΐσταται ζημίαν τὰ τῶν πενήτων χρήματα. Ἤδη γάρ τις ταύτην πιστευθεὶς τὴν διακονίαν καὶ χρυσὸν συναγαγὼν πολύν, αὐτὸς μὲν οὐ κατέφαγεν, ἀλλ' οὐδὲ εἰς τοὺς δεομένους πλὴν ὀλίγων ἀνήλωσε, τὸ δὲ πλέον κατορύξας ἐφύλαττεν, ἕως οὗ καιρὸς χαλεπὸς ἐπιστὰς παρέδωκεν αὐτὰ ταῖς τῶν ἐναντίων χερσί. Πολλῆς οὖν δεῖ τῆς προμηθείας ὡς μήτε πλεονάζειν μήτε ἐλλείπειν τῆς Ἐκκλησίας τὴν περιουσίαν, ἀλλὰ πάντα μὲν σκορπίζειν ταχέως τοῖς δεομένοις τὰ ποριζόμενα, ἐν δὲ ταῖς τῶν ἀρχομένων προαιρέσεσι συνάγειν τῆς Ἐκκλησίας τοὺς θησαυρούς. Τὰς δὲ τῶν ξένων ὑποδοχὰς καὶ τὰς τῶν ἀσθενούντων θεραπείας, πόσης μὲν οἴει δεῖσθαι χρημάτων δαπάνης, πόσης δὲ τῆς τῶν ἐπιστατούντων ἀκριβείας τε καὶ συνέσεως; Καὶ γὰρ τῆς εἰρημένης ἀναλώσεως ταύτην ἥττονα μὲν οὐδαμῶς, πολλάκις δὲ καὶ μείζονα εἶναι ἀνάγκη, καὶ τὸν ἐπιστατοῦντα ποριστικόν τινα μετ' εὐλαβείας καὶ φρονήσεως ὡς παρασκευάζειν καὶ φιλοτίμως καὶ ἀλύπως διδόναι τοὺς κεκτημένους τὰ παρ' αὐτῶν, ἵνα μὴ τῆς τῶν ἀσθενούντων ἀναπαύσεως προνοῶν τὰς τῶν παρεχόντων πλήττῃ ψυχάς. Τὴν δὲ προθυμίαν καὶ τὴν σπουδὴν πολλῷ πλείονα ἐνταῦθα ἐπιδείκνυσθαι δεῖ· δυσάρεστον γάρ πως οἱ νοσοῦντες χρῆμα καὶ ῥάθυμον. Κἂν μὴ πολλὴ πανταχόθεν εἰσφέρηται ἀκρίβεια καὶ φροντίς, ἀρκεῖ καὶ τὸ μικρὸν ἐκεῖνο παροφθὲν μεγάλα ἐργάσασθαι τῷ νοσοῦντι κακά.

3.13 ιγʹ. Περὶ παρθένων Ἐπὶ δὲ τῆς τῶν παρθένων ἐπιμελείας τοσούτῳ μείζων ὁ φόβος ὅσῳ καὶ τὸ κτῆμα τιμιώτερον καὶ βασιλικωτέρα αὕτη τῶν ἄλλων ἡ ἀγέλη· ἤδη γὰρ καὶ εἰς τὸν τῶν ἁγίων τούτων χορὸν μυρίαι μυρίων γέμουσαι κακῶν εἰσεκώμασαν, μεῖζον δὲ ἐνταῦθα τὸ πένθος. Καὶ καθάπερ οὐκ ἴσον κόρην τε ἐλευθέραν καὶ τὴν ταύτης θεράπαιναν ἁμαρτεῖν, οὕτως οὐδὲ παρθένον καὶ χήραν. Ταῖς μὲν γὰρ καὶ ληρεῖν καὶ λοιδορεῖσθαι πρὸς ἀλλήλας καὶ κολακεύειν καὶ ἀναισχυντεῖν καὶ πανταχοῦ φαίνεσθαι καὶ τὸ περιϊέναι τὴν ἀγορὰν γέγονεν ἀδιάφορον· ἡ δὲ παρθένος ἐπὶ μείζοσιν ἀπεδύσατο καὶ τὴν ἀνωτάτω φιλοσοφίαν ἐζήλωσε καὶ τὴν τῶν ἀγγέλων πολιτείαν δεῖξαι ἐπὶ γῆς ἐπαγγέλλεται καὶ μετὰ τῆς σαρκὸς ταύτης τὰ τῶν ἀσωμάτων αὐτῇ δυνάμεων κατορθῶσαι πρόκειται. Καὶ οὐ δεῖ οὔτε προόδους περιττὰς ποιεῖσθαι καὶ πολλάς, οὔτε ῥήματα αὐτῇ φθέγγεσθαι εἰκῇ καὶ μάτην ἐφεῖται, λοιδορίας δὲ καὶ κολακείας οὐδὲ τοὔνομα εἰδέναι χρή. ∆ιὰ τοῦτο ἀσφαλεστάτης φυλακῆς καὶ πλείονος δεῖται τῆς συμμαχίας. Ὅτε γὰρ τῆς ἁγιωσύνης ἐχθρὸς ἀεὶ καὶ μᾶλλον αὐταῖς ἐφέστηκε καὶ προσεδρεύει, καταπιεῖν ἕτοιμος, εἴ πού τις ἐξολισθήσειε καὶ καταπέσοι, ἀνθρώπων τε οἱ ἐπιβουλεύοντες πολλοὶ καὶ μετὰ τούτων ἁπάντων ἡ τῆς φύσεως μανία· καὶ πρὸς διπλοῦν τὸν πόλεμον ἡ παράταξις αὐτῇ, τὸν μὲν ἔξωθεν προσβάλλοντα, τὸν δὲ ἔσωθεν ἐνοχλοῦντα. ∆ιὰ ταῦτα τῷ γοῦν ἐπιστατοῦντι πολὺς μὲν ὁ φόβος, μείζων δὲ ὁ κίνδυνος καὶ ἡ ὀδύνη, εἴ τι τῶν ἀβουλήτων-ὃ μὴ γένοιτο- συμβαίη ποτέ. Εἰ γὰρ «πατρὶ θυγάτηρ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον», ὅπου περὶ τοῦ στειρωθῆναι ἢ παρακμάσαι ἢ μισηθῆναι τοσοῦτον δέος, τί πείσεται ὁ τούτων μὲν οὐδέν, ἕτερα δὲ τούτων πολλῷ μείζονα μεριμνῶν; οὐ γὰρ ἀνὴρ ἐνταῦθα ὁ ἀθετούμενος, ἀλλ' αὐτὸς ὁ Χριστός· οὐδὲ μέχρις ὀνειδῶν ἡ στείρωσις, ἀλλ' εἰς ἀπώλειαν ψυχῆς τελευτᾷ τὸ δεινόν. «Πᾶν γὰρ δένδρον, φησί, μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» Καὶ μισηθείσῃ δὲ παρὰ τοῦ νυμφίου οὐκ ἀρκεῖ λαβεῖν ἀποστασίου βιβλίον καὶ ἀπελθεῖν, ἀλλὰ κόλασιν αἰώνιον τοῦ μίσους δίδωσι τὴν τιμωρίαν. Καὶ ὁ μὲν κατὰ σάρκα πατὴρ πολλὰ ἔχει τὰ ποιοῦντα αὐτῷ τὴν φυλακὴν εὔκολον τῆς θυγατρός· καὶ γὰρ καὶ μήτηρ