1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

31

ἀποβλέψαντες, ταύτην ἐφύγομεν τὴν φυγήν.

4.τ ΛΟΓΟΣ ∆ʹ 4.1 αʹ. Ὅτι οὐ μόνον οἱ σπουδάζοντες ἐπὶ κλῆρον ἐλθεῖν, ἀλλὰ καὶ οἱ ἀνάγκην

ὑπομένοντες ἐν οἷς ἂν ἁμάρτωσι σφόδρα κολάζονται Ταῦτα ὁ Βασίλειος ἀκούσας καὶ μικρὸν ἐπισχών· Ἀλλ' εἰ μὲν αὐτὸς ἐσπούδασας, φησί, ταύτην κτήσασθαι τὴν ἀρχήν, εἶχεν ἄν σου λόγον οὗτος ὁ φόβος. Τὸν γὰρ ὁμολογήσαντα ἐπιτήδειον εἶναι πρὸς τὴν τοῦ πράγματος διοίκησιν τῷ σπουδάσαι λαβεῖν, οὐκ ἔστι μετὰ τὸ πιστευθῆναι ἐν οἷς ἂν σφάλληται καταφεύγειν εἰς ἀπειρίαν· προλαβὼν γὰρ αὐτὸς ἑαυτῷ ταύτην ἀφείλετο τὴν ἀπολογίαν τῷ προσδραμεῖν καὶ ἁρπάσαι τὴν διακονίαν καὶ οὐκέτ' ἂν δύναιτο λέγειν ὁ ἑκὼν καὶ ἐθελοντὴς ἐπὶ τοῦτο ἐλθὼν ὅτι ἄκων τὸ δεῖνα ἥμαρτον καὶ ἄκων τὸν δεῖνα διέφθειρα. Ἐρεῖ γὰρ πρὸς αὐτὸν ὁ ταύτην αὐτῷ τότε δικάζων τὴν δίκην· Καὶ τί δήποτε τοσαύτην ἑαυτῷ συνειδὼς ἀπειρίαν καὶ οὐκ ἔχων διάνοιαν ἱκανὴν πρὸς τὸ μεταχειρίσαι τὴν τέχνην ταύτην ἀναμαρτήτως, ἔσπευσας καὶ ἐτόλμησας μείζονα τῆς οἰκείας δυνάμεως ἀναδέξασθαι πράγματα; τίς ὁ καταναγκάσας; τίς ὁ πρὸς βίαν ἑλκύσας ἀποπηδῶντα καὶ φεύγοντα; Ἀλλ' οὐ σύ γε τούτων οὐδὲν ἀκούσῃ ποτέ· οὔτε γὰρ ἂν αὐτὸς ἔχοις τοιοῦτόν τι σαυτοῦ καταγνῶναι καὶ πᾶσίν ἐστι καταφανὲς ὅτι οὔτε μέγα οὔτε μικρὸν ὑπὲρ ταύτης ἐσπούδασας τῆς τιμῆς, ἀλλ' ἑτέρων γέγονε τὸ κατόρθωμα καὶ ὅπερ ἐκείνους ἐν τοῖς ἁμαρτήμασιν οὐκ ἀφίησιν ἔχειν συγγνώμην, τοῦτό σοι πολλὴν παρέχει πρὸς ἀπολογίαν ὑπόθεσιν. Πρὸς ταῦτα ἐγὼ κινήσας τὴν κεφαλὴν καὶ μειδιάσας ἠρέμα, ἐθαύμαζόν τε αὐτὸν τῆς ἁπλότητος καὶ πρὸς αὐτὸν ἔλεγον· {ΙΩ.} Ἐβουλόμην καὶ αὐτὸς ταῦτα οὕτως ἔχειν, ὡς ἔφης, ὦ πάντων ἀγαθώτατε σύ, οὐχ ἵνα δέξασθαι δυνηθῶ τοῦτο ὅπερ ἔφυγον νῦν· εἰ γὰρ καὶ μηδεμία μοι προὔκειτο κόλασις ὡς ἔτυχε καὶ ἀπείρως ἐπιμελουμένῳ τῆς ποίμνης τοῦ Χριστοῦ, ἀλλ' ἐμοὶ πάσης τιμωρίας χαλεπώτερον ἦν αὐτὸ τὸ πιστευθέντα πράγματα οὕτω μεγάλα περὶ τὸν πιστεύσαντα οὕτω φανῆναι κακόν. Τίνος οὖν ἕνεκεν ηὐχόμην τὴν δόξαν σου ταύτην μὴ διαπεσεῖν; Ἵνα τοῖς ἀθλίοις καὶ ταλαιπώροις -οὕτω γὰρ δεῖ καλεῖν τοὺς οὐχ εὑρόντας καλῶς ταύτης προστῆναι τῆς πραγματείας, κἂν μυριάκις αὐτοὺς πρὸς ἀνάγκην ἦχθαι λέγῃς καὶ ἀγνοοῦντας ἁμαρτεῖν-, ἵνα τούτοις διαφυγεῖν γένηται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὸ σκότος τὸ ἐξώτερον καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον καὶ τὸ διχοτομηθῆναι καὶ μετὰ τῶν ὑποκριτῶν ἀπολέσθαι. Ἀλλὰ τί σοι πάθω; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καί, εἰ βούλει γε, ἀπὸ τῆς βασιλείας πρῶτον ἧς οὐ τοσοῦτος ὅσος τῆς ἱερωσύνης τῷ Θεῷ λόγος παρέξω σοι τούτων ὧν εἶπον τὴν πίστιν. Ὁ Σαοὺλ ἐκεῖνος, ὁ τοῦ Κεῖς υἱός, οὐκ αὐτὸς σπουδάσας ἐγένετο βασιλεύς, ἀλλ' ἀπῆλθε μὲν ἐπὶ τὴν τῶν ὄνων ζήτησιν καὶ ὑπὲρ τούτων ἐρωτήσων τὸν προφήτην ἤρχετο, ὁ δὲ αὐτῷ περὶ τῆς βασιλείας διελέγετο. Καὶ οὐδὲ οὕτως ἐπέδραμε, καίτοι παρὰ ἀνδρὸς ἀκούων προφήτου, ἀλλὰ καὶ ἀνεδύετο καὶ παρῃτεῖτο λέγων· Τίς εἰμι ἐγὼ καὶ τίς ὁ οἶκος τοῦ πατρός μου; Τί οὖν; ἐπειδὴ κακῶς ἐχρήσατο τῇ παρὰ τοῦ Θεοῦ δοθείσῃ τιμῇ, ἴσχυσεν αὐτὸν ἐξελέσθαι ταῦτα τὰ ῥήματα τῆς τοῦ βασιλεύσαντος ὀργῆς; Καίτοι γε ἐνῆν λέγειν πρὸς τὸν Σαμουὴλ ἐγκαλοῦντα αὐτῷ· Μὴ γὰρ αὐτὸς ἐπέδραμον τῇ βασιλείᾳ; μὴ γὰρ ἐπεπήδησα ταύτῃ τῇ δυναστείᾳ; Τὸν τῶν ἰδιωτῶν ἐβουλόμην βίον ζῆν τὸν ἀπράγμονα καὶ ἡσύχιον, σὺ δέ με ἐπὶ τοῦτο εἵλκυσας τὸ ἀξίωμα. Ἐν ἐκείνῃ μένων τῇ ταπεινότητι, εὐκόλως ἂν ταῦτα ἐξέκλινα τὰ προσκρούματα· οὐ γὰρ δήπου τῶν πολλῶν εἷς ὢν καὶ ἀσήμων, ἐπὶ τοῦτο ἂν ἐξεπέμφθην τὸ ἔργον, οὐδ' ἂν ἐμοὶ τὸν πρὸς τοὺς Ἀμαληκίτας πόλεμον ἐνεχείρισεν ὁ Θεός· μὴ