1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

36

ἡ χρεία, οὐ πρὸς τὴν τῶν οἰκείων ἀσφάλειαν μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν πολέμους. Εἰ μὲν γάρ τις ἔχοι τὴν μάχαιραν τοῦ πνεύματος καὶ θυρεὸν πίστεως τοσοῦτον ὡς δύνασθαι θαυματουργεῖν καὶ διὰ τῶν τεραστίων τὰ τῶν ἀναισχύντων ἐμφράττειν στόματα, οὐδὲν ἂν δέοιτο τῆς ἀπὸ τοῦ λόγου βοηθείας, μᾶλλον δὲ οὐδὲ τότε ἄχρηστος ἡ τούτου φύσις, ἀλλὰ καὶ λίαν ἀναγκαία. Καὶ γὰρ ὁ μακάριος Παῦλος αὐτὸν μετεχείρισε, καίτοι γε ἀπὸ τῶν σημείων πανταχοῦ θαυμαζόμενος. Καὶ ἕτερός τις τῶν ἀπ' ἐκείνου τοῦ χοροῦ παραινεῖ ταύτης ἐπιμελεῖσθαι τῆς δυνάμεως, λέγων· «Ἕτοιμοι πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος.» Καὶ πάντες δὲ ὁμοῦ τότε δι' οὐδὲν ἕτερον τοῖς περὶ Στέφανον τὴν τῶν χηρῶν ἐπέτρεψαν οἰκονομίαν ἀλλ' ἢ ἵνα αὐτοὶ τῇ τοῦ λόγου σχολάζωσι διακονίᾳ. Πλὴν οὐ παραπλησίως αὐτὸν ἐπιζητήσομεν, τὴν ἀπὸ τῶν σημείων ἔχοντες ἰσχύν, εἰ δὲ τῆς μὲν δυνάμεως ἐκείνης οὐδὲ ἴχνος ὑπολέλειπται, πολλοὶ δὲ πανταχόθεν ἐφεστήκασιν οἱ πολέμιοι καὶ συνεχεῖς, τούτῳ λοιπὸν ἡμᾶς ἀνάγκη φράττεσθαι καὶ ἵνα μὴ βαλλώμεθα τοῖς τῶν ἐχθρῶν βέλεσι καὶ ἵνα βάλλωμεν ἐκείνους. ∆ιὸ πολλὴν χρὴ ποιεῖσθαι τὴν σπουδὴν ὥστε τὸν λόγον τοῦ Χριστοῦ ἐν ἡμῖν ἐνοικεῖν πλουσίως· οὐ γὰρ πρὸς ἓν εἶδος ἡμῖν μάχης ἡ παρασκευή, ἀλλὰ ποικίλος οὗτος ὁ πόλεμος καὶ ἐκ διαφόρων συγκροτούμενος τῶν ἐχθρῶν· οὔτε γὰρ ὅπλοις ἅπαντες χρῶνται τοῖς αὐτοῖς, οὔτε ἑνὶ προσβάλλειν ἡμῖν μεμελετήκασι τρόπῳ.

4.4 δʹ. Ὅτι πρὸς τὰς ἁπάντων μάχας καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ αἱρετικῶν παρεσκευάσθαι χρή Καὶ δεῖ τὸν μέλλοντα τὴν πρὸς πάντας ἀναδέχεσθαι μάχην τὰς ἁπάντων εἰδέναι τέχνας καὶ τὸν αὐτὸν τοξότην τε εἶναι καὶ σφενδονιστὴν καὶ ταξίαρχον καὶ λοχαγὸν καὶ στρατιώτην καὶ στρατηγὸν καὶ πεζὸν καὶ ἱππέα καὶ ναυμάχην καὶ τειχομάχην. Ἐπὶ μὲν γὰρ τῶν στρατιωτικῶν πολέμων, οἷον ἕκαστος ἂν ἔργον ἀπολάβῃ, τούτῳ τοὺς ἐπιόντας ἀμύνεται· ἐνταῦθα δὲ τοῦτο οὐκ ἔστιν, ἀλλὰ ἂν μὴ πάσας ἐπιστάμενος ᾖ τῆς τέχνης τὰς ἰδέας ὁ μέλλων νικᾶν, οἶδεν ὁ διάβολος καὶ δι' ἑνὸς μέρους, ὅταν ἠμελημένον τύχῃ, τοὺς πειρατὰς εἰσαγαγὼν τοὺς αὑτοῦ, διαρπάσαι τὰ πρόβατα· ἀλλ' οὐχ, ὅταν διὰ πάσης ἥκοντα τῆς ἐπιστήμης τὸν ποιμένα αἴσθηται, καὶ τὰς ἐπιβουλὰς αὐτοῦ καλῶς ἐπιστάμενον. ∆ιὸ χρὴ καλῶς ἐξ ὅλων φράττεσθαι τῶν μερῶν· καὶ γὰρ πόλις, ἕως μὲν ἂν πανταχόθεν περιβεβλημένη τυγχάνῃ, καταγελᾷ, τῶν πολιορκούντων αὐτὴν ἐν ἀσφαλείᾳ μένουσα πολλῇ· ἐὰν δέ τις πυλίδος μόνον μέτρον διακόψῃ τὸ τεῖχος, οὐδὲν αὐτῇ λοιπὸν ὄφελος τοῦ περιβόλου γίνεται, καίτοι γε τοῦ λοιποῦ παντὸς ἀσφαλῶς ἑστηκότος. Οὕτως οὖν καὶ ἡ τοῦ Θεοῦ πόλις· ὅταν μὲν αὐτὴν πανταχόθεν ἀντὶ τείχους ἡ τοῦ ποιμένος ἀγχίνοιά τε καὶ σύνεσις περιβάλλῃ, πάντα εἰς αἰσχύνην καὶ γέλωτα τοῖς ἐχθροῖς τὰ μηχανήματα τελευτᾷ καὶ μένουσιν οἱ κατοικοῦντες ἔνδον ἀσινεῖς, ὅταν δέ τις αὐτὴν ἐκ μέρους καταλῦσαι δυνηθῇ, κἂν μὴ πᾶσαν καταβάλῃ, διὰ τοῦ μέρους ἅπαν, ὡς εἰπεῖν, λυμαίνεται τὸ λοιπόν. Τί γάρ, ὅταν πρὸς Ἕλληνας μὲν ἀγωνίζηται καλῶς, συλῶσι δὲ αὐτὸν Ἰουδαῖοι; ἢ τούτων μὲν ἀμφοτέρων κρατῇ, ἁρπάζωσι δὲ Μανιχαῖοι; ἢ μετὰ τὸ περιγενέσθαι καὶ τούτων, οἱ τὴν εἱμαρμένην εἰσάγοντες ἔνδον τὰ πρόβατα κατασφάττωσι; καὶ τί δεῖ πάσας καταλέγειν τοῦ διαβόλου τὰς αἱρέσεις ἃς ἂν μὴ πάσας ἀποκρούεσθαι καλῶς ὁ ποιμὴν εἰδῇ, δύναιτ' ἂν καὶ διὰ μιᾶς τὰ πλείονα τῶν προβάτων καταφαγεῖν ὁ λύκος; Καὶ ἐπὶ μὲν τῶν στρατιωτῶν, ἀπὸ τῶν ἑστώτων καὶ μαχομένων καὶ τὴν νίκην ἔσεσθαι καὶ τὴν ἧτταν προσδοκᾶν ἀεὶ χρή. Ἐνταῦθα δὲ πολὺ τοὐναντίον· πολλάκις γὰρ ἡ πρὸς ἑτέρους μάχη τοὺς οὐδὲ τὴν ἀρχὴν συμβαλόντας, οὐδὲ πονέσαντας ὅλως ἡσυχάζοντας καὶ καθημένους νικῆσαι πεποίηκε· καὶ τῷ οἰκείῳ ξίφει περιπαρεὶς ὁ μὴ πολλὴν περὶ ταῦτα τὴν ἐμπειρίαν ἔχων, καὶ τοῖς φίλοις καὶ τοῖς πολεμίοις καταγέλαστος γίνεται. Οἷον-