1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

37

πειράσομαι γάρ σοι καὶ ἐπὶ παραδείγματος ὃ λέγω ποιῆσαι φανερόν-τὸν ὑπὸ τοῦ Θεοῦ δοθέντα τῷ Μωϋσῇ νόμον οἱ τὴν Οὐαλεντίνου καὶ Μαρκίωνος διαδεξάμενοι φρενοβλάβειαν καὶ ὅσοι τὰ αὐτὰ νοσοῦσιν ἐκείνοις τοῦ καταλόγου τῶν θείων ἐκβάλλουσι γραφῶν· Ἰουδαῖοι δὲ αὐτὸν οὕτω τιμῶσιν ὡς καὶ τοῦ καιροῦ κωλύοντος φιλονεικεῖν ἅπαντα φυλάττειν, παρὰ τὸ τῷ Θεῷ δοκοῦν. Ἡ δὲ Ἐκκλησία τοῦ Θεοῦ, τὴν ἀμφοτέρων ἀμετρίαν φεύγουσα, μέσην ἐβάδισε καὶ οὔτε ὑποκεῖσθαι αὐτοῦ τῷ ζυγῷ πείθεται, οὔτε διαβάλλειν αὐτὸν ἀνέχεται, ἀλλὰ καὶ πεπαυμένον ἐπαινεῖ διὰ τὸ χρησιμεῦσαί ποτε εἰς καιρόν. ∆εῖ δὴ τὸν μέλλοντα πρὸς ἀμφοτέρους μάχεσθαι τὴν συμμετρίαν εἰδέναι ταύτην· ἄν τε γὰρ Ἰουδαίους διδάξαι βουλόμενος ὡς οὐκ ἐν καιρῷ τῆς παλαιᾶς ἔχονται νομοθεσίας, ἄρξηται κατηγορεῖν αὐτῆς ἀφειδῶς, ἔδωκε τοῖς διασύρειν βουλομένοις τῶν αἱρετικῶν λαβὴν οὐ μικράν· ἄν τε τούτους ἐπιστομίσαι σπουδάζων ἀμέτρως αὐτὸν ἐπαίρῃ καὶ ὡς ἀναγκαῖον ἐν τῷ παρόντι τυγχάνοντα θαυμάζῃ, τὰ τῶν Ἰουδαίων ἀνέῳξε στόματα. Πάλιν οἱ τὴν Σαβελλίου μαινόμενοι μανίαν καὶ οἱ τὰ Ἀρείου λυττῶντες ἐξ ἀμετρίας ἀμφότεροι τῆς ὑγιοῦς ἐξέπεσαν πίστεως· καὶ τὸ μὲν ὄνομα χριστιανῶν ἀμφοτέροις ἐπίκειται, εἰ δέ τις τὰ δόγματα ἐξετάσειε, τοὺς μὲν οὐδὲν ἄμεινον Ἰουδαίων διακειμένους εὑρήσει, πλὴν ὅσον ὑπὲρ ὀνομάτων διαφέρονται μόνον, τοὺς δὲ πολλὴν τὴν ἐμφέρειαν πρὸς τὴν αἵρεσιν Παύλου τοῦ Σαμοσατέως ἔχοντας, ἀμφοτέρους δὲ τῆς ἀληθείας ἐκτός. Πολὺς οὖν κἀνταῦθα ὁ κίνδυνος καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ὑπὸ κρημνῶν ἀμφοτέρωθεν ἀπειλημμένη, καὶ δέος οὐ μικρὸν μὴ τὸν ἕτερόν τις θέλων βαλεῖν ὑπὸ θατέρου πληγῇ· ἄν τε γὰρ μίαν τις εἴπῃ θεότητα, πρὸς τὴν ἑαυτοῦ παροινίαν εὐθέως εἵλκυσε τὴν φωνὴν ὁ Σαβέλλιος· ἄν τε διέλῃ πάλιν, ἕτερον μὲν τὸν Πατέρα, ἕτερον δὲ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἕτερον εἶναι λέγων, ἐφέστηκεν Ἄρειος εἰς παραλλαγὴν οὐσίας ἕλκων τὴν ἐν τοῖς προσώποις διαφοράν. ∆εῖ δὲ καὶ τὴν ἀσεβῆ σύγχυσιν ἐκείνου καὶ τὴν μανιώδη τούτου διαίρεσιν ἀποστρέφεσθαι καὶ φεύγειν, τὴν μὲν θεότητα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὁμολογοῦντας, προστιθέντας δὲ τὰς τρεῖς ὑποστάσεις· οὕτω γὰρ ἀποτειχίσαι δυνησόμεθα τὰς ἀμφοτέρων ἐφόδους. Πολλὰς δὲ καὶ ἑτέρας ἔνι συλλέγειν συμπλοκὰς πρὸς ἃς ἂν μὴ γενναίως τις καὶ ἀκριβῶς μάχηται, μυρία λαβὼν ἄπεισι τραύματα.

4.5 εʹ. Ὅτι σφόδρα ἔμπειρον εἶναι δεῖ τῆς διαλεκτικῆσ Τί ἄν τις λέγοι τὰς τῶν οἰκείων ἐρεσχελίας; Οὐ γάρ εἰσιν ἐλάττους αὗται τῶν ἔξωθεν προσβολῶν, ἀλλὰ καὶ πλείονα τῷ διδάσκοντι παρέχουσιν ἱδρῶτα. Οἱ μὲν γὰρ ὑπὸ πολυπραγμοσύνης ἁπλῶς καὶ εἰκῇ περιεργάζεσθαι θέλουσιν ἃ μήτε μαθόντας ἔστι κερδᾶναι, μήτε μαθεῖν δυνατόν· ἕτεροι πάλιν τῶν τοῦ Θεοῦ κριμάτων εὐθύνας αὐτὸν ἀπαιτοῦσιν καὶ τὴν ἄβυσσον τὴν πολλὴν ἀναμετρεῖν βιάζονται· «Τὰ γὰρ κρίματά σου, φησίν, ἄβυσσος πολλή.» Καὶ πίστεως μὲν πέρι καὶ πολιτείας, ὀλίγους ἂν εὕροις σπουδάζοντας· τοὺς δὲ πλείους ταῦτα περιεργαζομένους καὶ ζητοῦντας ἃ μήτε εὑρεῖν δυνατὸν καὶ τὸν Θεὸν παροξύνει ζητούμενα. Ὅταν γὰρ ἅπερ αὐτὸς ἡμᾶς οὐκ ἠθέλησεν εἰδέναι ταῦτα βιαζώμεθα μανθάνειν, οὔτε εἰσόμεθα-πῶς γάρ, Θεοῦ μὴ βουλομένου; -καὶ τὸ κινδυνεύειν ἡμῖν ἐκ τοῦ ζητεῖν περιέσται μόνον. Ἀλλ' ὅμως καὶ τούτων τοιούτων ὄντων, ὅταν τις μετὰ αὐθεντίας ἐπιστομίζῃ τοὺς τὰ ἄπορα ταῦτα ἐρευνῶντας, ἀπονοίας τε καὶ ἀμαθίας ἑαυτῷ προσετρίψατο δόξαν. ∆ιὸ χρὴ κἀνταῦθα πολλῇ κεχρῆσθαι τῇ συνέσει ὡς καὶ ἀπάγειν τῶν ἀτόπων ἐρωτήσεων τὸν προεστῶτα καὶ τὰς εἰρημένας ἐκφεύγειν αἰτίας. Πρὸς ἅπαντα δὲ ταῦτα ἕτερον μὲν οὐδέν, ἡ δὲ τοῦ λόγου βοήθεια δέδοται μόνη· κἄν τις ταύτης ἀπεστερημένος ᾖ τῆς δυνάμεως, οὐδὲν ἄμεινον τῶν χειμαζομένων πλοίων